οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺςτύπτεις, ἀρτεμίης φόρτον ἀρωσάμενος.τλήμονες οἱ πλουτοῦντες ἰδʼ οἱ ˘ κείνοισι συνόντεςοἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη.Τμώλῳ ὑπʼ ἀνθεμόεντι, ῥοὴν πάρα Μαίονος Ἕρμου,Σάρδιες, ἡ Λυδῶν ἔξοχός εἰμι πόλις.μάρτυς ἐγὼ πρώτη γενόμην Διός· οὐ γὰρ ἐλέγχεινλάθριον υἷα Ῥέης ἤθελον ἡμετέρης.αὐτὴ καὶ Βρομίῳ γενόμην τροφός· ἐν δὲ κεραυνῷἔδρακον εὐρυτέρῳ φωτὶ φαεινόμενον·πρώταις δʼ ἡμετέρῃσιν ἐν ὀργάσιν οἰνὰς ὀπώρηοὔθατος ἐκ βοτρύων ξανθὸν ἄμελξε γάνος.πάντα με κοσμήσαντο· πολὺς δέ με πολλάκις αἰὼνἄστεσιν ὀλβίστοις εὗρε μεγαιρομένην.εἰ πόλιν Ἡρακλῆος ὁμώνυμον οἶσθα καὶ ἄλλην,ἴσθι με τὴν πόντου μηδὲν ἀτιμοτέρην.Ῥώμη παμβασίλεια, τὸ σὸν κλέος οὔποτʼ ὀλεῖται·νίκη γάρ σε φυγεῖν ἄπτερος οὐ δύναται.ἀστὸς ἐμοὶ καὶ ξεῖνος ἀεὶ φίλος· οὐ γὰρ ἐρευνᾷντίς, πόθεν, ἠὲ τίνων, ἐστὶ φιλοξενίης.Εὐσεβίη τὸ μέλαθρον ἀπὸ πρώτοιο θεμείλουἄχρι καὶ ὑψηλοὺς ἤγαγεν εἰς ὀρόφους.οὐ γὰρ ἀπʼ ἀλλοτρίων κτεάνων ληίστορι χαλκῷὄλβον ἀολλίζων τεῦξε Μακηδόνιος·οὐδὲ λιπερνήτης κενεῷ καὶ ἀκερδέι μόχθῳκλαῦσε, δικαιοτάτου μισθοῦ ἀτεμβόμενος.ὡς δὲ πόνων ἄμπαυμα φυλάσσεται ἀνδρὶ δικαίῳ,ὧδε καὶ εὐσεβέων ἔργα μένοι μερόπων.ἐν μὲν τῇ Ζεύξιππον ἔχω πέλας, ἡδὺ λοετρὸνἐκ δʼ ἑτέρης ἵππων χῶρον ἀεθλοφόρων.τοὺς ῥα θεησάμενος, καὶ τῷδʼ ἔνι χρῶτα λοέσσαςδεῦρο καὶ ἄμπνευσον δαιτὶ παρʼ ἡμετέρῃ·καί κε πάλιν σταδίοις ποτὶ δείελον ὥριος ἔλθοις,ἐγγύθεν ἐγγὺς ἰὼν γείτονος ἐκ θαλάμου.Τρισσόθεν εἰσορόω πολυτερπέα νῶτα θαλάσσης,πάντοθεν ἠματίῳ φέγγεϊ βαλλόμενος·εἰς ἐμὲ γὰρ κροκόπεπλος ὅταν περικίδναται Ἠώς,τερπομένη, στείχειν πρὸς δύσιν οὐκ ἐθέλει.ὥρῃ ἀναψύχω θέρεος, καὶ χείματι θάλπω,τοὐλλιπὲς ὡράων ἐξ ἐμέθεν παρέχων.