τοῦτο ἰδὼν τὸ λοετρὸν ὁ πάνσοφος εἶπεν Ὅμηρος·νηπενθές ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.ἐνθάδε λουσαμένη δέμας ἄμβροτον αὐτίκα Κύπριςδεῖξεν Ἀλεξάνδρῳ, καὶ ἀέθλιον ἥρπασε μῆλον.αἱ τρεῖς Ὀρχομενοῦ Χάριτες τὸ λοετρὸν ἔτευξαντοὔνεκα χωρῆσαι τέσσαρας οὐ δύναται.Κύπρις, Ἔρως, Χάριτες, Νύμφαι, Διόνυσος, Ἀπόλλωνὤμοσαν ἀλλήλοις ἐνθάδε ναιετάειν.ἀθάνατοι λούονται ἀνοιγομένου βαλανείου,πέμπτῃ δʼ ἡμίθεοι, μετέπειτα δὲ πήματα πάντα.καὶ σὺ μεθʼ Ἑσπερίην ὑψαύχενα, καὶ μετὰ Μήδωνἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθείς,οὕτω ἐδουλώθης κοιρανικῇ παλάμῃ·ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς,κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ.πᾶν τὸ βροτῶν σπατάλημα, καὶ ἡ πολύολβος ἐδωδὴἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν.οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες, αἳ θʼ ὑπὲρ ἴγδιντρίψιες, ἥ τε τόση βρωματομιξαπάτηγίνεται ἐνθάδε κόπρος· ἀποσσεύει δʼ ἄρα γαστὴρὁππόσα πειναλέη δέξατο λαυκανίη.ὀψὲ δὲ γινώσκει τις, ὅτʼ ἄφρονα μῆτιν ἀείρωνχρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο,τί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰοἰμώζεις, μελέων πάγχυ βαρυνομένων;ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις,ἐκθλίψαι δοκέων μάστακος ἐργασίην;μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶμὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης.ἀλλʼ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα, καὶ στόμα τέρπειςβρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος·ἐνθάδε δʼ ἀσχάλλεις· μούνη δʼ ἀλιτήματα λαιμοῦἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.εὖγε μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶμίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης·λιτὰ δέ σοι καὶ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις,ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην.ἔμπης ἀρτίπος ἐσσί, καὶ ἐνθάδε βαιὰ καθεσθεὶςαὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην