τίς γὰρ Ὁμηρείοις ἀντιφέροιτο λόγοις;μητέρα Κύπριν ἔλουσεν Ἔρως ποτὲ τῷδε λοετρῷ,αὐτὸς ὑποφλέξας λαμπάδι καλὸν ὕδωρ.ἱδρὼς δʼ ἀμβροσίοιο χυθεὶς χροὸς ἄμμιγα λευκοῖςὕδασι, φεῦ πνοιῆς ὅσσον ἀνῆψεν ἔαρ·ἔνθεν ἀεὶ ῥοδόεσσαν ἀναζείουσιν ἀυτμήν,ὡς ἔτι τῆς χρυσῆς λουομένης Παφίης,τᾷδʼ ὑπὸ τὰς πλατάνους ἁπαλῷ τετρυμένος ὕπνῳεὗδεν Ἔρως, Νύμφαις λαμπάδα παρθέμενος.νύμφαι δʼ ἀλλήλῃσι, “τί μέλλομεν; αἴθε δὲ τούτῳσβέσσαμεν,” εἶπον, ὁμοῦ πῦρ κραδίης μερόπων.λαμπὰς δʼ ὡς ἔφλεξε καὶ ὕδατα, θερμὸν ἐκεῖθεννύμφαι Ἐρωτιάδες λουτροχοεῦσιν ὕδωρ.ἵππον ἐϋρρείτην χρονίᾐ μάστιγι δαμένταχρυσείῳ πολύολβος ἄναξ ἤγειρε χαλινῷ.αἴθε σέ, Πίνδαρε, μᾶλλον ἐμοῖς ἐκάθηρα ῥεέθροις,καί κεν ἄριστον ὕδωρ τοὐμὸν ἔφησθα μόνον.θερμὰ τάδʼ ἀτρεκέως βασιλήια· τήνδε γὰρ αὐτοῖςοἱ πρὶν ἀγασσάμενοι θῆκαν ἐπωνυμίην.οὐ γὰρ ὑπὸ βροτέῳ πυρὶ θάλπεται ἀγλαὸν ὕδωρ,αὐτομάτη δὲ λιβὰς τίκτεται αἰθομένη·οὐδὲ ῥόου ψυχροῦ ποτιδεύεαι ἀμφὶ λοετρά,ἀλλʼ οἷον ποθέεις, τοῖον ὑπεκφέρεται.χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντεςτῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης.ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις,βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι.ἔνθεν ἀεξήθην ὀροφηφόρος· ἀντὶ δὲ τιμῆςτὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην.χθὼν μυχάτων γυάλων κοιλώμασιν ἀέναον πῦρἔστʼ ἂν ἔχῃ, φλοξὶν δὲ περιζείῃ κρυφίαισιν,ἀτμὸς ἄνω βαίνων εἰς αἰθέρα θερμός, ἔνερθενθλιβόμενος, πυριθαλπὲς ἐπεύγεται ἰκμάσιν ὕδωρ.Ἥρῃ καὶ Παφίῃ καὶ Παλλάδι τοῦτο λοετρὸνὥς ποτε τὸ χρυσοῦν ἤρεσε μῆλον ἔχειν·καὶ τάχα τῆς μορφῆς κρίσις ἔσσεται οὐ Πάρις αὐταῖς,εἰκὼν δʼ ἀργυφέοις νάμασι δεικνυμένη.ὤμοσαν αἱ Χάριτες φερεαυγέα κοίρανον αἴγληςἐνθάδε ναιετάειν ἢ παρὰ τῇ Παφίῃ.δάφνης εὐπετάλοιο φερώνυμόν ἐστι λοετρόν.