ὧδε μετοικήσας ἤγαγε τοὺς ἀνέμους.πρὸς τί δὲ καὶ σανίδες δύο τοῖς ποσὶν αἵδʼ ὑπόκεινται;οὐ διὰ τὴν θέρμην, τῆς χιόνος δʼ ἕνεκα.Φρίξου καὶ Νάρκης οὗτος τόπος. ἀλλʼ ἐπίγραψον·τῷ Μεσορὶ λοῦσαι· πνεῖ γὰρ ἔσω Βορέας.λωτὸν ἐρεπτομένους προτέρων οὐ ψεύσατο μῦθος·πίστιν ἀληθείης τοῦτο τὸ λουτρὸν ἔχει.εἰ γὰρ ἅπαξ καθαροῖσι λοέσσεται ὕδασιν ἀνήρ,οὐ ποθέει πάτρην, οὐκ ἐθέλει γενέτας.νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα,τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη.ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαιἭρην Ἰναχίοις χεύμασι λουσαμένην.νίκησεν τὸ λοετρὸν ἔοικε δὲ τοῦτο βοώσῃΠαλλάς· ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.ἄγχι μὲν ἐλπὶς ἔρωτος· ἑλεῖν δʼ οὐκ ἔστι γυναῖκας·εἶρξε πυλὶς Παφίην τὴν μεγάλην ὀλίγη.ἀλλʼ ἔμπης γλυκὺ τοῦτο ποθοβλήτοις γὰρ ἐπʼ ἔργοιςἐλπὶς ἀληθείης ἐστὶ μελιχροτέρη.Ὅσσαις θηλυτέραις ἐστὶν πόθος ʽ ἔστι δὲ πάσαισʼ,δεῦρʼ ἴτε, φαιδροτέρης τευξόμεναι χάριτος.χἠ μὲν ἔχουσα πόσιν, τέρψει πόσιν ἡ δʼ ἔτι κούρηὀτρυνέει πλείστους ἕδνα πορεῖν λεχέωνἡ δὲ φέρουσα πόρους ἀπὸ. σώματος, ἑσμὸν ἐραστῶνἕξει ἐπὶ προθύροις, ἐνθάδε λουσαμένη.εἴτε σε κουριδίης ἀλόχου γλυκὺς ἵμερος ἴσχει,λούεο, φαιδρότερος τῇδε φανησόμενος·εἴτε σε μισθοφόρους ἐπὶ μαχλάδας οἶστρος ὀρίνει,λήψῃ, κοὐ δώσεις, ἐνθάδε λουσάμενος.Κύπρις σὺν Χαρίτεσσι καὶ υἱέι χρυσοβελέμνῳἐνθάδε λουσαμένη, μισθὸν ἔδωκε χάριν.Δείματό με ξυνοῖο παρὰ προθύροισι λοετροῦἀστὸς ἀνήρ, ἀρετῆς εἵνεκεν, οὐκ ἔριδος.κεῖνο μέλοι πλεόνεσσιν ἐγὼ δʼ ὀλίγοις τε φίλοις τεἐντύνω προχοὰς καὶ μύρα καὶ χάριτας,.πιστότατος μερόπων τις ἔοι πυλαωρὸς ἐμεῖο,κρίνων λουομένων καιρὸν ἐσηλυσίης,μή τινα Νηιάδων τις ἐμοῖς ἐνὶ χεύμασι γυμνήν,ἢ μετὰ καλλικόμων Κύπριν ἴδοι Χαρίτωνοὐκ ἐθέλων χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς·