ὡς ἀγανῶς ἕστακεν ἴδʼ ἁ χάρις ἁλίκον ἀνθεῖ.χαιρέτω· οὔ τινα γὰρ μέμψιν ἔχει βιοτᾶς.ἣν τὸ πάρος φιλέεσκεν Ἄρης, σκοπίαζε.Κυθείρηνἐνθάδε λουομένην νάμασι φαιδροτάτοις·δέρκεο νηχομένην μὴ δείδιθι· οὐ γὰρ Ἀθήνηνπαρθένον εἰσοράᾳς, οἷά τε Τειρεσίας.αἱ Χάριτες λούσαντο· ἀμειψάμεναι δὲ λοετρὸνδῶκαν ἑῶν ῥεθέων ὕδασιν ἀγλαΐην.ἢ τοῖον Κυθέρειαν ὕδωρ τέκεν, ἢ Κυθέρειατοῖον τεῦξεν ὕδωρ, ὃν χρόα λουσαμένη.τῶν Χαρίτων τόδε λουτρὸν ἀθύρματα· καὶ γὰρ ἐκείναςμοῦνας ἔσω παίσδειν τὰς Χάριτας δέχεται.ὄντως δὴ Χαρίτων λουτρὸν τόδε· οὐδὲ γὰρ ἄλλουςπλείους χωρῆσαι τοῦτο τριῶν δύναται.μικρὰ μὲν ἔργα τάδʼ ἐστίν, ἔχει δʼ ἡδεῖαν ὀπωπὴν,ὡς ῥόδον ἐν κήποις, ὡς ἴον ἐν ταλάροις.ἐν μικρῷ μεγάλη λουτρῷ χάρις. ἐν δʼ ἐλαχίστῳνάματι λουομένοις ἡδὺς ἔπεστιν Ἔρως.ὡς δένδρον βραχύφυλλον, ἔχει δʼ ἡδεῖαν ὀδωδήν,οὕτως λουτρὰ τάδε μικρὰ μέν, ἀλλὰ φίλα.τῆς Μαρίης τὸ λοετρὸν ἰδὼν ὑπεδάκρυε Μῶμος,εἰπών, ὡς Μαρίην, καὶ σὲ παρερχόμεθα.μὴ νεμέσα, Ζεύξιππε, παραντέλλοντι λοετρῷ·καὶ μεγάλην παρʼ Ἅμαξαν ἐρωτύλος ἡδὺ φαείνει.χῶρος, τίς μερόπων σε λιπαυγέα τὸ πρὶν ἐόνταπλούσιον ἐν φέγγει θήκατο λουομένοις;τίς δὲ καὶ αἰθαλόεντι ῥύπῳ πεπαλαγμένον ἄρτι,κεῖνον ἀιστώσας, φαιδρὸν ἔδειξε δόμον;φρὴν σοφὴ ὡς πᾶσιν Θεοδωριάς, ὣς ἐτεὸν δὴκἀν τούτῳ καθαρὴν δεικνύμενος κραδίηνὃς γὰρ ἐὼν πόλιος κτεάνων ταμίης τε πατήρ τε,κέρδεσιν ἐξ αὐτῶν οὐκ ἐμίηνε χέρας.ἀλλὰ θεὸς φιλόπατριν, ἐρισθενές, ἄφθιτε Χριστέ,πήματος αὐτὸν ἄτερ σῷζε τεῇ παλάμῃ.ἐνθάδε λουσαμένων Χαρίτων ποτέ, θέσκελα πέπλαβαιὸς Ἔρως ἔκλεψε, καὶ ᾤχετο· τὰς δʼ ἔλιπʼ αὐτοῦγυμνάς, αἰδομένας θυρέων ἔκτοσθε φανῆναι.τὸν ποταμόν, βαλανεῦ, τίς ἐτείχισε; τίς βαλανεῖοντὴν κρήνην ψευδῶς τήνδε μετωνόμασεν;αἰόλος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσιν