“ Ἀνακρέοντος εἰκόνʼ εἶδον ἐν Τέῳ,τῶν πρόσθʼ εἴ τι περισσὸν ᾠδοποιοῦ.”προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο,ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.ἅ τε φωνὰ Δώριος, χὠνὴρ ὁ τὰν κωμῳδίανεὑρὼν Ἐπίχαρμος.ὦ Βάκχε, χάλκεόν νιν ἀντʼ ἀλαθινοῦτὶν ὧδʼ ἀνέθηκαντοὶ Συρακόσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει,οἷʼ ἀνδρὶ πολίτᾳ·σοφῶν ἔοικε ῥημάτων μεμναμένουςτελεῖν ἐπίχειρα·πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα·μεγάλα χάρις αὐτῷ.τὸ ξόανον τὸ περισσὸν Ἀεξιμένης Ἀφροδίτᾳεἵσατο, τῆς πάσης ναυτιλίης φύλακι.χαῖρʼ , ὦ πότνια Κύπρι, διδοῦσα δὲ κέρδεα, πλοῦτονἄρμενον, εἰδήσεις ναῦς ὅτι κοινότατον.ἅ ποτε παρθενικαῖσιν ἱλασκομένα παλάμῃσινΚύπριδα, σὺν πεύκαις καὶ γάμον εὐξαμένα,κουριδίους ἤδη θαλάμῳ λύσασα χιτῶνας,ἀνδρὸς ἄφαρ μηρῶν ἐξελόχευσα τύπους·νυμφίος ἐκ νύμφης δὲ κικλήσκομαι, ἐκ δʼ ἈφροδίτηςἌρεα καὶ βωμοὺς ἔστεφον Ἡρακλέους.Θῆβαι Τειρεσίην ἔλεγόν ποτε· νῦν δέ με Χαλκὶςτὴν πάρος ἐν μίτραις ἠσπάσατʼ ἐν χλαμύδι.πέντε Διωνύσοιο θεραπνίδες αἵδε Σαώτεωἐντύνουσι θοᾶς ἔργα χοροστασίης·ἁ μὲν ἀερτάζουσα δέμας βλοσυροῖο λέοντος,ἁ δὲ Λυκαόνιον καλλίκερων ἔλαφον,ἁ τριτάτα δʼ οἰωνὸν ἐΰπτερον, ἁ δὲ τετάρτατύμπανον, ἁ πέμπτα χαλκοβαρὲς κρόταλονπᾶσαι φοιταλέαι τε παρηόριόν τε νόημα,ἐκπλαγέες λύσσᾳ δαίμονος εὐιάδι.Θαυμαρέτας μορφὰν ὁ πίναξ ἔχει· εὖ γε τὸ γαῦροντεῦξε τὸ θʼ ὡραῖον τᾶς ἀγανοβλεφάρου.σαίνοι κέν σ’ ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα,δέσποιναν μελάθρων οἰομένα ποθορῆν.τὸν πίνακα ξανθᾶς Καλλὼ δόμον εἰς Ἀφροδίταςεἰκόνα γραψαμένα πάντʼ ἀνέθηκεν ἴσαν.