ἁ μὲν Ἀθηναίαν πολεμαδόκον, ἁ δʼ Ἀφροδίταν,ἁ δὲ τὸν Ἀλκείδαν, ἁ δʼ ἀφόβητον Ἄρη,σεῖο κατʼ εὐόροφον γραπτὸν τέγος· ἐς δὲ νέονταιοὐρανόν, ὦ Ῥώμας Γαῖε πάτρας ἔρυμα.θείη ἀνίκατον μὲν ὁ βουφάγος. ἁ δέ σε Κύπριςεὔγαμον, εὔμητιν Παλλάς, ἄτρεστον Ἄρης.πύργος ὅδʼ εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος.γυμνὸν ἰδοῦσα Λάκαινα παλίντροπον ἐκ πολέμοιοπαῖδʼ ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα,ἀντίη ἀίξασα διʼ ἥπατος ἤλασε λόγχαν,ἄρρενα ῥηξαμένα φθόγγον ἐπὶ κταμένῳ·“ ἀλλότριον Σπάρτας, εἶπεν, γένος, ἔρρε πρὸς ᾅδαν,ἔρρʼ, ἐπεὶ ἐψεύσω πατρίδα καὶ γενέταν.”ξεῖνοι, τὴν περίβωτον ἐμὲ πτόλιν, Ἴλιον ἱρήν,τὴν πάρος εὐπύργοις τείχεσι κλῃζομένην,αἰῶνος τέφρη κατεδήδοκεν· ἀλλʼ ἐν Ὁμήρῳκεῖμαι χαλκείων ἕρκος ἔχουσα πυλῶν.οὐκέτι με σκάψει Τρωοφθόρα δούρατʼ Ἀχαιῶν,πάντων δʼ Ἑλλήνων κείσομαι ἐν στόμασιν.Λυδὴ καὶ γένος εἰμὶ καὶ οὔνομα· τῶν δʼ ἀπὸ Κόδρουσεμνοτέρη πασῶν εἰμι διʼ Ἀντίμαχον.τίς γὰρ ἔμʼ οὐκ ἤεισε; τίς οὐκ ἀνελέξατο Λύδην,τὸ ξυνὸν Μουσῶν γράμμα καὶ Ἀντιμάχου;αὐταὶ ποιμαίνοντα μεσημβρινὰ μῆλά σε Μοῦσαιἔδρακον ἐν κραναοῖς οὔρεσιν, Ἡσίοδε,καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι,ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,δῶκαν δὲ κράνας Ἑλικωνίδος ἔνθεον ὕδωρ,τὸ πτανοῦ πώλου πρόσθεν ἔκοψεν ὄνυξ·οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖςκαὶ γένος ἀρχαίων ἔγραφες ἡμιθέων.γῇ μὲν ἔαρ κόσμος πολυδένδρεον, αἰθέρι δʼ ἄστρα,Ἑλλάδι δʼ ἥδε χθών, οἵδε δὲ τῇ πόλεϊ.Μναμοσύναν ἕλε θάμβος, ὅτʼ ἔκλυε τᾶς μελιφώνουΣαπφοῦς, μὴ δεκάταν Μοῦσαν ἔχουσι βροτοί.στήλην μητρυιῆς, μακρὰν λίθον, ἔστεφε κοῦρος,ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος·ἡ δὲ τάφῳ κλινθεῖσα κατέκτανε παῖδα πεσοῦσα.φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι.