μοῦνος δʼ Ἑλλάνων τόδʼ ἔχει γέρας· ἑπτάπυλοι δὲΘῆβαι καὶ γενέτωρ ἐστέφεθʼ Ἑρμοκράτης.αὐτὴν μητρυιὴν τεχνήσατο· τοὔνεκα μαζὸνεἰς νόθον ὁ πλάστης οὐ προσέθηκε γάλα.ἡ τέχνη συνάγειρεν ἃ μὴ φύσις εἶπεν ὁ πλάστης,μῆτερ νόσφι τόκων, νυμφίε νόσφι γάμων.Ἄρεα καὶ Παφίην ὁ ζωγράφος εἰς μέσον οἴκουἀμφιπεριπλέγδην γέγραφεν ἀμφοτέρουςἐκ θυρίδος δὲ μολὼν Φαέθων πολυπάμφαος αἴγλῃἔστη ἀμηχανόων ἀμφοτέρους σκοπέων.ἠέλιος βαρύμηνις ἕως τίνος; οὐδʼ ἐπὶ κηροῦἤθελεν ἀψύχου τὸν χόλον ἐξελάσαι.ὦ πόσον εὐήθης ὁ ζωγράφος, ὅττι χαράσσεικοίρανον εἰρήνης ἀσπίδι τικτόμενον.οἶκτον ὁμοῦ καὶ λύσσαν ἐτήτυμον ἔνθεος ἀνὴρμαρμάρῳ ἐγκατέμιξε, βιαζομένην δʼ ὑπὸ τέχνηςλαϊνέην Μήδειαν ὅλης ἔμνησεν ἀνίης.ζωγράφε τὰν μορφὰν ἀπομάξας, αἴθʼ ἐνὶ κηρῷκαὶ ψυχὰν ἐδάης Σωκρατικὰν βαλέειν.αὐτὸς ἑαυτὸν ἐν εἰκόνι γράψεν Ἀπελλῆς.τόνδε δοριστέφανος Σπάρτα Χείλωνα φύτευσεν,ὃς τῶν ἑπτὰ Σοφῶν πρῶτος ἔφυ σοφίᾳ.νωθρὸς ἐγὼ τελέθεσκον ἀπʼ ἰξύος ἐς πόδας ἄκρουςτῆς πρὶν ἐνεργείης δηρὸν ἀτεμβόμενος,ζωῆς καὶ θανάτοιο μεταίχμιον, Ἄϊδι γείτων,μοῦνον ἀναπνείων, τἆλλα δὲ πάντα νέκυς.ἀλλὰ σοφός με Φίλιππος, ὃν ἐν γραφίδεσσι δοκεύεις,ζώγρησεν, κρυερὴν νοῦσον ἀκεσσάμενος·αὖθις δʼ Ἀντωνῖνος, ἅπερ πάρος, ἐν χθονὶ βαίνω,καὶ ποσὶ πεζεύω, καὶ ὅλος αἰσθάνομαι.τὸν τῶ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνήρ,τὸν λειοντομάχαν, τὸν ὀξύχειρα,πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶνΠείσανδρος συνέγραψεν οὑκ Καμείρου,χὄσσους ἐξεπόνασεν εἶπʼ ἀέθλους·τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς,ἔστασ’ ἐνθάδε χάλκεον ποήσας,πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε,σπουδᾷ, καὶ λέγʼ, ἐπὰν ἐς οἶκον ἔνθῃς,