Χριστοῦ ζῆλον ἔχοντες ἑκούσιον ἐς ζυγὸν ἦλθον,θεσμῷ ὑποδρήσσοντες ἀνικήτων βασιλήων.ὦ φίλος, εἰ σοφὸς εἶ, λάβε μʼ ἐς χέρας· εἰ δέ γε πάμπαννῆϊς ἔφυς Μουσέων, ῥῖψον ἃ μὴ νοέῃς.εἰμὶ γὰρ οὐ πάντεσσι βατός· παῦροι δʼ ἀγάσαντοΘουκυδίδην Ὀλόρου, Κεκροπίδην τὸ γένος.Εὔνομον, ὤπολλον, σύ μὲν οἶσθά με, πῶς ποτʼ ἐνίκωνΣπάρτιν ὁ Λοκρὸς ἐγώ· πευθομένοις δʼ ἐνέπω.αἰόλον ἐν κιθάρᾳ νόμον ἔκρεκον, ἐν δὲ μεσεύσᾳᾠδᾷ μοι χορδὰν πλᾶκτρον ἀπεκρέμασεν.καί μοι φθόγγον ἑτοῖμον ὁπανίκα καιρὸς ἀπῄτει,εἰς ἀκοὰς ῥυθμῶν τὠτρεκὲς οὐκ ἔνεμενκαί τις ἀπʼ αὐτομάτω κιθάρας ἐπὶ πῆχυν ἐπιπτὰςτέττιξ ἐπλήρου τοὐλλιπὲς ἁρμονίας.νεῦρα γὰρ ἓξ ἐτίνασσον ὅθʼ ἑβδομάτας δὲ μελοίμανχορδᾶς, τὰν τούτω γῆρυν ἐκιχράμεθα·πρὸς γὰρ ἐμὰν μελέταν ὁ μεσαμβρινὸς οὔρεσιν ᾠδὸςτῆνο τὸ ποιμενικὸν φθέγμα μεθηρμόσατο,καὶ μὲν ὅτε φθέγγοιτο σὺν ἀψύχοις τόκα νευραῖςτῷ μεταβαλλομένῳ συμμετέπιπτε θρόῳ.τοὔνεκα συμφώνῳ μὲν ἔχω χάριν ὃς δὲ τυπωθεὶςχάλκεος ἁμετέρας ἕζεθʼ ὑπὲρ κιθάρας,τέσσαρές εἰσιν Ἔρωτες· ὁ μὲν στέφος ἀμφικαλύπτειμητρὸς ἑῆς· ὁ δὲ χεῖλος ἔχει ποτὶ πίδακι μαζοῦ·οἱ δὲ δύω παίζουσι παρʼ ἴχνεσιν εἷμα δὲ κρύπτειμηρῷ γείτονα χῶρον ὅλης γυμνῆς Ἀφροδίτης.εἰπὲ νομεῦ, τίνος εἰσὶ φυτῶν στίχες; αἱ μὲν ἐλαῖαι,Παλλάδος· αἱ δὲ πέριξ ἡμερίδες, Βρομίου.καὶ τίνος οἱ στάχυες; Δημήτερος. ἄνθεα ποίωνεἰσὶ θεῶν; Ἥρης καὶ ῥοδέης Παφίης.Πὰν φίλε, πηκτίδα μίμνε τεοῖς ἐπὶ χείλεσι σύρων·ἠχὼ γὰρ δήεις τοῖσδʼ ἐνὶ θειλοπέδοις.Βάκχῳ καὶ Νύμφαις μέσος ἵσταμαι· ἐν δὲ κυπέλλοιςαἰεὶ τόνδε χέω τὸν παραλειπόμενον.οἷον ὁρῇς, ὦ ξεῖνε, τὸ χάλκεον εἰκόνι λῆμαΚλειτομάχου, τοίαν Ἑλλὰς ἐσεῖδε βίανἄρτι γὰρ αἱματόεντα χερῶν ἀπελύετο πυγμᾶςἔντεα, καὶ γοργῷ μάρνατο παγκρατίῳ·τὸ τρίτον οὐκ ἐκόνισεν ἐπωμίδας, ἀλλὰ παλαίσαςἀπτὼς, τοὺς τρισσοὺς Ἰσθμόθεν εἷλε πόνους.