καὶ γλυκὺ νᾶμα θάλασσα βροτοῖς ἀρυτήσιμον ἕξει,καὶ νέκυς εἰς ζωῶν χῶρον ἀναδράμεται,ἤ ποτε Μαιονίδαο βαθυκλεὲς οὔνομʼ Ὁμήρουλήθη γηραλέων ἁρπάσεται σελίδων.παρθένε Τριτογένεια, τί τὴν Κύπριν ἄρτι με λυπεῖς,ἁρπάξασα δʼ ἐμὸν δῶρον ἔχεις παλάμῃ;μέμνησαι τὸ πάροιθεν ἐν Ἰδαίοις σκοπέλοισινὡς Πάρις οὐ σὲ καλήν, ἀλλʼ ἔμʼ ἐδογμάτισεν.σὸν δόρυ καὶ σάκος ἐστὶν ἐμὸν δὲ τὸ μῆλον ὑπάρχει·ἀρκεῖ τῷ μήλῳ κεῖνος ὁ πρὶν πόλεμος.οἶδʼ ὅτι θνατὸς ἐγὼ καὶ ἐφάμερος· ἀλλʼ ὅταν ἄστρωνμαστεύω πυκινὰς ἀμφιδρόμους ἕλικας,οὐκέτʼ ἐπιψαύω γαίης ποσίν, ἀλλὰ παρʼ αὐτῷΖανὶ θεοτρεφέος πίμπλαμαι ἀμβροσίης.ὧν ἥδε βίβλος ἔνδον ὠδίνω, φίλε,βαθὺς χαρακτὴρ καὶ περισκελὴς ἄγαν·δεῖται κολυμβητοῦ δὲ πάντως Δηλίου.εἰ δʼ αὖ κυβιστήσει τις εἰς ἐμοὺς μυχοὺςκαὶ πᾶν μεταλλεύσειεν ἀκριβῶς βάθος,γεωμετρῶν τὰ πρῶτα λήψεται γέρα,σοφὸς δʼ ἀναμφίλεκτος εἰσκριθήσεται.τούτων δὲ μάρτυς ἐγγυητής τε Πλάτων·σχῆμα παλαιοτάτων ἀνδρῶν κηρύκιον ἄθρει,Θρινακίης οἰκιστὰ Κορίνθιε, ὃς ποτʼ ἔπινεςἀμφιβόητα ῥέεθρα Συρηκοσίης Ἀρεθούσης.μὴν ὑπάτων πρῶτος. ὁ δὲ δεύτερος αὔλακα τέμνει.ὁ τρίτος Αὐσονίων γενεὴν ἐπὶ μῶλον ἐγείρει.τέτρατος ἀγγέλλει ῥοδοδάκτυλον εἴαρος ὥρην.εἰμὶ ῥόδων γενέτης. καὶ ἐγὼ κρίνα λευκὰ κομίζω.οὗτος ἀμαλλοδέτης. τὰ δʼ ἐμὰ πτερὰ Νεῖλον ἐγείρει.οὗτος ἐρισταφύλῳ πεφιλημένος ἔπλετο Βάκχῳ.τεύχω δʼ οἶνον ἐγὼ μελιηδέα, χάρμα βροτοῖσι.δαῖτα φέρω χαρίεσσαν ἐς οὔνομα φωτὸς ἑκάστου.φορμίζειν δεδάηκα καὶ ὑπνώοντας ἐγείρειν.τοξότα, Πιερίδων μεδέων, ἑκατηβόλε Φοῖβε,εἰπὲ κασιγνήτῃ, κρατεροὺς ἵνα θῆρας ἐγείρῃ,ὅσσον ἐπιψαῦσαι μερόπων δέμας, ὅσσον ἀῦσαιλαῶν τερπομένων ἱερὸν στόμα· μηδὲ νοήσω,Ζηνὸς Μειλιχίοιο λαχὼν θρόνον, ἀνέρος οἶτονἈρμενίων τάδε φῦλα καὶ ἄλκιμον ἔθνος Ἰβήρων,