ναίετʼ ἀνʼ ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων, χαίρετʼ·ἐγὼ δʼ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός,πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν,ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις,Ξανθώ, κηρόπλαστε, μυρόχροε, μουσοπρόσωπε,εὔλαλε, διπτερύγων καλὸν ἄγαλμα Πόθων,ψῆλόν μοι χερσὶ δροσιναῖς μύρον· “ἐν μονοκλίνῳδεῖ με λιθοδμήτῳ δή ποτε πετριδίῳεὕδειν ἀθανάτως πουλὺν χρόνον” ᾆδε πάλιν μοι,Ξανθάριον, ναί, ναί, τὸ γλυκὺ τοῦτο μέλος.[οὐκ ἀίεις, ὤνθρωφʼ, ὁ τοκογλύφος; ἐν μονοκλίνῳδεῖ σὲ βιοῦν αἰεί, δύσμορε, πετριδίῳ.] ˘ἔκλαγεν ἐκ Θηβῶν μέγα Πίνδαρος· ἔπνεε τερπνὰἡδυμελεῖ φθόγγῳ μοῦσα Σιμωνίδεω·λάμπει Στησίχορός τε καὶ Ἴβυκος· ἦν γλυκὺς Ἀλκμὰνλαρὰ δʼ ἀπὸ στομάτων φθέγξατο Βακχυλίδης·πειθὼ Ἀνακρείοντι συνέσπετο· ποικίλα δʼ αὐδᾷἈλκαῖος † κύκνω Λέσβιος Αἰολίδι.ἀνδρῶν δʼ οὐκ ἐνάτη Σαπφὼ πέλεν, ἀλλʼ ἐρατειναῖςἐν Μούσαις δεκάτη Μοῦσα καταγράφεται.“ Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν” ἔγραφε ποιμαίνων, ὡς λόγος, Ἡσίοδος.μῆνιν ἄειδε, θεά, καὶ “ἄνδρα μοι ἔννεπε, Μοῦσαεἶπεν” Ὁμηρείῳ Καλλιόπη στόματι·κἀμὲ δὲ δεῖ γράψαι τι προοίμιον. ἀλλά τί γράψω,δεύτερον ἐκδιδόναι βιβλίον ἀρχόμενος;“ Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διός, οὐκ ἂν ἐσώθην,εἰ μή μοι Καῖσαρ χαλκὸν ἔδωκε Νέρων.”μὴ σύ γʼ ἐπʼ ἀλλοτρίης, ὤνθρωφʼ, ἵζοιο τραπέζης,ψωμὸν ὀνείδειον γαστρὶ χαριζόμενος,ἄλλοτε μὲν κλαίοντι καὶ ἐστυγνωμένῳ ὄμμασυγκλαίων, καὖθις σὺν γελόωντι γελῶν,οὔτε σύ γε κλαυθμοῦ κεχρημένος, οὔτε γέλωτος,καὶ κλαιωμιλίη, καὶ γελοωμιλίη.Ἡμάξευσα καὶ αὐτὸς ὁ τρισδύστηνος Ἄναξιςτοῦτον δύσζῳον κοὐ βίοτον βίοτον.οὐ μὴν πολλὸν ἐπὶ χρόνον ἤλασα· λὰξ δὲ πατήσαςλυσσώδη ζωήν, ἤλυθον εἰς Ἀίδεω.οὐρανὸς ἄστρα τάχιον ἀποσβέσει, ἢ τάχα νυκτὸςἠέλιος φαιδρὴν ὄψιν ἀπεργάσεται,