νῦν ἀκέλευστος ἅπας ὄρνις ἀνακρέκεται.τὸν φιλοπωριστὴν Δημόκριτον ἤν που ἐφεύρῃς,ὤνθρωπʼ, ἄγγειλον τοῦτο τὸ κοῦφον ἔπος,ὡς ἡ λευκοόπωρος ἐγὼ καὶ ἐφώριος ἤδηκείνῳ συκοφορῶ τὰς ἀπύρους ἀκόλους·σπευσάτω, οὐκ ὀχυρὴν γὰρ ἔχω στάσιν, εἴπερ ὀπώρηνἀβλήτου χρῄζει δρέψαι ἀπʼ ἀκρεμόνος.Αἰόλον ἱμεροθαλὲς ἔαρ φαίνουσα, μέλισσαξουθά, ἐφʼ ὡραίοις ἄνθεσι μαινομένα,χῶρον ἐφʼ ἡδύπνοον πωτωμένα, ἔργα τίθευ σύ,ὄφρα τεὸς πλήθῃ κηροπαγὴς θάλαμος.ἦλθε Θεαίτητος καθαρὴν ὁδὸν εἰ δʼ ἐπὶ κισσὸντὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει,ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸνφθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίαν.μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇῥῆσις ὁ μὲν νικῶ φησὶ τὸ μακρότατονᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται,πῶς ἔβαλες; φησί, σκληρὰ τὰ γιγνόμενα.τῷ μερμηρίξαντι τὰ μἤνδικα τοῦτο γένοιτοτοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.ἡ καὶ ἔτʼ ἐκ βρέφεος κοιμωμένη Ἀντιοδημὶςπορφυρέων, Παφίης νοσσίς, ἐπὶ κροκύδων,ἡ τακεραῖς λεύσσουσα κόραις μαλακώτερον ὕπνου,Λύσιδος ἀλκυονίς, τερπνὸν ἄθυρμα Μέθης,ὑδατίνους φορέουσα βραχίονας, ἣ μόνη ὀστοῦνοὐ λάχεν ʽἦν γὰρ ὅλη τοὐν ταλάροισι γάλἀ,Ἰταλίην ἤμειψεν, ἵνα πτολέμοιο καὶ αἰχμῆςἀμπαύσῃ Ῥώμην μαλθακίνῃ χάριτι.αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς,Νεῖλε, μετʼ εἰκαίης ἐξεφόρησας ὁδοῦ.αὐτὸς δʼ οἰκείης ὁ γέρων ἐπενήξατο βώλουναυηγός, πάσης ἐλπίδος ὀλλυμένης,γείτονος ἡμίθραυστον ἐπʼ αὔλιον, “ὦ πολύς, εἴπας,μόχθος ἐμός, πολιῆς τʼ ἔργα περισσὰ χερός,ὕδωρ πᾶν ἐγένεσθε· τὸ δὲ γλυκὺ τοῦτο γεωργοῖςκῦμʼ ἐπʼ Ἀρισταγόρην ἔδραμε πικρότατον.”ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κοῦρός τε κόρη τε,θάμνος τʼ, οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς.ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος