ἠρέμα φοινιχθεὶς μᾶλα παρηίδια.εἴπατέ μοι, καλὸς ἦν; ἢ ἐγὼ τράγος οὐκ ἄρα κνάμανμοῦνον ἐγυιώθην, ἀλλʼ ἔτι καὶ κραδίαν;ὁ σταδιεὺς Ἀρίης ὁ Μενεκλέος οὐ κατελέγχειΠερσέα, σὸν κτίστην, Ταρσὲ Κίλισσα πόλι.τοῖοι γὰρ παιδὸς πτηνοὶ πόδες· οὐδʼ ἂν ἐκείνῳοὐδʼ αὐτὸς Περσεὺς νῶτον ἔδειξε θέων.ἢ γὰρ ἐφʼ ὑσπλήγων ἢ τέρματος εἶδέ τις ἄκρουἠΐθεον, μέσσῳ δʼ οὒ ποτʼ ἐνὶ σταδίῳ.ὁ τράγος ὁ Κλήσωνος ὅλαν διὰ πάννυχον ὄρφναναἶγας ἀκοιμάτους θῆκε φριμασσόμενοςὀδμὰ γάρ μιν ἔτυψε λύκου χιμαροσφακτῆροςτηλόθι, πετραίαν αὖλιν ἀνερχομένου·μέσφα κύνες κοίτας ἀνεγέρμονες ἐπτοίασανθῆρα μέγαν τραγίνους δʼ ὕπνος ἔμυσε κόρας.πλοῦς μοι ἐπʼ Ἰταλίην ἐντύνεται· ἐς γὰρ ἑταίρουςστέλλομαι, ὧν ἤδη δηρὸν ἄπειμι χρόνον.διφέω δʼ ἡγητῆρα περίπλοον , ὅς μʼ ἐπὶ νήσουςΚυκλάδας, ἀρχαίην τʼ ἄξει ἐπὶ Σχερίην.σὺν τί μοι ἀλλὰ Μένιππε λάβευ φίλος, ἵστορα κύκλονγράψας, ὦ πάσης ἴδρι γεωγραφίης.Ῥιγηλὴ πασῶν ἔνοσι χθονός, εἴτε σε πόντου,εἴτʼ ἀνέμων αἴρει ῥεῦμα τινασσόμενον,οἰκία μοι ῥύευ νεοτευχέα· δεῖμα γὰρ οὔπωἄλλο τόσον γαίης οἶδʼ ἐλελιζομένης.τίς σε πάγος δυσέρημος, ἀνήλιος, ἐξέθρεψενΒορραίου Σκυθίης, ἄμπελον ἀγριάδα;ἢ Κελτῶν νιφοβλῆτες ἀεὶ κρυμώδεες Ἄλπεις,τῆς τε σιδηροτόκου βῶλος Ἰβηριάδος;ἣ τοὺς ὀμφακόραγας ἐγείναο, τοὺς ἀπεπάντουςβότρυας, οἳ στυφελὴν ἐξέχεον σταγόνα.δίζημαι, Λυκόεργε, τεὰς χέρας, ὡς ἀπὸ ῥίζηςκλήματος ὠμοτόκου βλαστὸν ὅλον θερίσῃς.Ψιττακὸς ὁ βροτόγηρυς, ἀφεὶς λυγοτευχέα κύρτον,ἤλυθεν ἐς δρυμοὺς ἀνθοφυεῖ πτέρυγι.αἰεὶ δʼ ἐκμελετῶν ἀσπάσμασι Καίσαρα κλεινόν,οὐδʼ ἀνʼ ὄρη λήθην ἤγαγεν οὐνόματος·† ἔδραμε δʼ ὠκυδίδακτος ἅπας οἰωνός, βρίζωντίς φθῆναι δύναται δαίμονι χαῖρʼ ἐνέπειν.Ὀρφεὺς θῆρας ἔπεισεν ἐν οὔρεσι· καὶ δὲ σέ, Καῖσαρ,