κλῄζεσθαι πτηνοί, Τῆνε, Βορηιάδαι.ἀλλὰ καὶ Ὀρτυγίην εἶχε κλέος, οὔνομα δʼ αὐτῆςἤρχετο Ῥιπαίων ἄχρις Ὑπερβορέων.νῦν δὲ σὺ μὲν ζώεις, ἡ δʼ οὐκέτι· τίς κεν ἐώλπειὄψεσθαι Τήνου Δῆλον ἐρημοτέρην;Καλχαδὼν δύστηνον ἐρωδιὸν ἐχθρὰ κολάζει·τεῦ χάριν ὁ προδότης ὄρνις ἀεὶ λέγεται,† Φοῖβοσἐρεῖ· τεναγῖτιν ὅτʼ εἰς ἅλα κῶλον ἐλαφρὸνστήσας, ψαμμίτην δόρπον [ ἐθημολόγει,δυσμενέες τότʼ ἔβησαν ἐπὶ πτόλιν ἀντιπέρηθεν,ὀψὲ διδασκόμενοι πεζοβατεῖν πέλαγος.βάλλετε δὴ κακὸν ὄρνιν, ἐπεὶ βαρὺν ἤρατο μισθὸνἐκ δηίων, κόχλους καὶ βρύον, ὁ προδότης.καὶ Μακεδὼν ὁ σίδηρος ἐν ἄορι, καὶ τὰ πρὸς ἀλκὴντῆς ἀπʼ Ἀλεξάνδρου χειρὸς ἐπιστάμενος,Πείσων, σὴν ποθέων ἱκόμην χέρα· τοῦτο δὲ φωνῶ·χαίρων δεξιτερὴν εὗρον ὀφειλομένην.Λευκάδος ἀντί με Καῖσαρ, ἰδʼ Ἀμβρακίης ἐριβώλου,Θυρρείου τε πέλειν, ἀντὶ τʼ Ἀνακτορίου,Ἄργεος Ἀμφιλόχου τε, καὶ ὁππόσα ῥαίσατο κύκλῳἄστεʼ ἐπιθρώσκων δουρομανὴς πόλεμος,εἵσατο Νικόπολιν, θείην πόλιν ἀντὶ δὲ νίκηςΦοῖβος ἄναξ ταύτην δέχνυται Ἀκτιάδος.Λάθριος Ἡράκλεια καλῶν ὑπὸ χείλεσιν ἕλκειςκεῖνο· πάλαι κατὰ σοῦ τοῦτʼ ἐβόησε πόλις.πῶς ἔτλης αἶσχος ῥέξαι κακόν; ἦ σε βιαίωςεἵλκυσέ τις θαλερῶν δραξάμενος πλοκάμων;ἤ σοι τοὔνομα τερπνὸν ἀφʼ Ἡρακλῆος ἐχούσῃ,μάχλε, φιλεῖν ἥβην κέκριται ἠιθέων;νῆσον τήν, εἰ καί με περιγράψαντες † ἔχουσινμετρῆσαι, βαιήν, ἑπτὰ μόνον σταδίους,ἔμπης καὶ τίκτουσαν ἐπʼ αὔλακα πῖαρ ἀρότρουὄψει, καὶ παντὸς κάρπιμον ἀκροδρύου,καὶ πολλοῖς εὔαγρον ὑπʼ ἰχθύσι, καὶ ὑπὸ μαίρῃεὐάνεμον, λιμένων τʼ ἤπιον ἀτρεμίῃ,ἀγχόθι Κορκύρης Φαιηκίδος. ἀλλὰ γελᾶσθαι† τῷ ἔπʼ ἐωρίσθην, τοῦτʼ ἐθέμην ὄνομα.νύμφαι ἐποχθίδιαι, Νηρηίδες, εἴδετε Δάφνινχθιζόν, ἐπαχνιδίαν ὡς ἀπέλουσε κόνιν,ὑμετέραις λιβάδεσσιν ὅτʼ ἔνθορε σειριόκαυτος,