τὸν μὲν ἀοιδάων, τὸν δὲ χερῶν χάριτες.Θεσσαλίης εὔιππος ὁ ταυρελάτης χορὸς ἀνδρῶν,χερσὶν ἀτευχήτοις θηρσὶν ὁπλιζόμενος,κεντροτυπεῖς πώλους ζεῦξε σκιρτήματι ταύρων,ἀμφιβαλεῖν σπεύδων πλέγμα μετωπίδιον·ἀκρότατον δʼ ἐς γῆν κλίνας ἅμα κεὔροπον ἅμμαθηρὸς τὴν τόσσην ἐξεκύλισε βίην.Ἰνδὴν βήρυλλόν με Τρύφων ἀνέπεισε Γαλήνηνεἶναι, καὶ μαλακαῖς χερσὶν ἀνῆκε κόμας·ἠνίδε καὶ χείλη νοτερὴν λειοῦντα ˘ θάλασσαν,καὶ μαστούς, τοῖσιν θέλγω ἀνηνεμίην.ἢν δέ μοι ἡ φθονερὴ νεύσῃ λίθος, ὡς ἐν ἑτοίμῳὥρμημαι, γνώσῃ καὶ τάχα νηχομένην.Καλλιμάχου τὸ τορευτὸν ἔπος τόδε· δὴ γὰρ ἐπʼ αὐτῷὡνὴρ τοὺς Μουσέων πάντας ἔσεισε κάλους.ἀείδει δʼ Ἑκάλης τε φιλοξείνοιο καλιὴνκαὶ Θησεῖ Μαραθὼν οὓς ἐπέθηκε πόνους,τοῦ σοὶ καὶ νεαρὸν χειρῶν σθένος εἴη ἀρέσθαι,Μάρκελλε, κλεινοῦ τʼ αἶνον ἴσον βιότου.κἠν πρύμνῃ λαχέτω μέ ποτε στιβάς, αἳ θʼ ὑπὲρ αὐτῆςἠχεῦσαι ψακάδων τύμματι διφθερίδες,καὶ πῦρ ἐκ μυλάκων βεβιημένον, ἥ τʼ ἐπὶ τούτωνχύτρη, καὶ κενεὸς πομφολύγων θόρυβος,καί κε ῥυπῶντʼ ἐσίδοιμι διήκονον ἡ δὲ τράπεζαἔστω μοι στρωτὴ νηὸς ὕπερθε σανίς·δὸς λάβε, καὶ ψιθύρισμα τὸ ναυτικόν· εἶχε τύχη τιςπρῴην τοιαύτη τὸν φιλόκοινον ἐμέ.τὰ εἴκοσι τέσσαρα στοιχεῖατρηχὺν δʼ ὑπερβὰς φραγμὸν ἐξήνθιζε κλώψ.κοῦρον; ἀποπλανίην ἐπιμάζιον Ἑρμώνακτα,φεῦ, βρέφος ὡς ἀδίκως εἵλετε βουγενέες.ἠγνοίησεν ὁ δειλὸς ἐς ὑμέας οἷα μελίσσαςἐλθών· αἱ δʼ ἔχεων ἦτε χερειότεραι·,ἀντὶ δέ οἱ θοίνης ἐνεμάξατε φοίνια κέντρα,ὦ πικραί, γλυκερῆς ἀντίπαλοι χάριτος.κρηναῖαι λιβάδες, τί πεφεύγατε; ποῦ τόσον ὕδωρ;τίς φλὸξ ἀενάους ἔσβεσεν ἠελίου;δάκρυσιν Ἀγρικόλαο τετρύμεθα· πᾶν δʼ ὅσον ἡμῖνἦν ποτὸν ἡ κείνου διψὰς ἔχει σποδιή.κλεινὴν οὐκ ἀπόφημι· σὲ γὰρ προπάροιθεν ἔθηκαν