ἐνθάδε ναιετάουσιν ἀπήμονες· οὐδὲ γὰρ αὐτοὺςχώνη φόλλιν ἄγουσα φερέσβιον ἐν πυρὶ θήσει.ἐς κλινάριον πόρνης ἀπὸ δάφνηςλέκτρον ἑνὸς φεύγουσα λέκτρον πολλοῖσιν ἐτύχθην.οὐκ ἐθέλουσα Τύχη σε προήγαγεν, ἀλλʼ ἵνα δείξῃ,ὡς ὅτι καὶ μέχρι σοῦ πάντα ποιεῖν δύναται,αὔραις ἶσα θέουσιν, ὅθεν λάχον οὔνομα τοῦτο.εἰπέ μοι, ὦ κολόκυνθε, τίνος χάριν εἰσέτι καὶ νῦνοὐ σικύων ἐφάνη διερὸν γένος, οὐ κολοκύνθων.ὁ κολόκυνθος πρὸς ταῦταΖηνὸς ἐπομβρήσαντος ἐπεκλύσθησαν ἄρουραι,ἡμετέρην δʼ ἀέκουσαν ἔτι κρύπτουσι γενέθλην.κοντὸν ἀνὴρ κατέπηξε, δέμας δʼ εἰς ἀέρα ῥίψαςἰδνώθη προκάρηνος, ἀνεγρομένοιο δʼ ὕπερθενθηρὸς ὑπερκατέβαινεν ἐϋστρέπτοισι πόδεσσινοὐδὲ λάβεν λαοὶ δὲ μέγʼ ἴαχον ἔκφυγε δʼ ἀνήρ.Ἄρτεμις ἱδρώουσα προάγγελός ἐστι κυδοιμοῦ.κισσῷ μὲν Διόνυσος ἀγάλλεται, αἰγίδι δὲ Ζεύς,οἱ ναέται ξείνοις, ἡ δὲ πόλις ναέταις.ἄβροχον ἐν πελάγεσσι διʼ ὕδατος ἔπλεεν ὕδωρ.τίπτε με θρυλήσαντες ἐμὴν ἀπεπαύσατʼ ἀοιδήν;ἱππεὺς ἱππεύειν ἐδάη, καὶ ἀοιδὸς ἀείδεινἢν δέ τις ἱππεύειν δεδαὼς ἐθέλῃσιν ἀείδειν,ἀμφοτέρων ἥμαρτε, καὶ ἱπποσύνης καὶ ἀοιδῆς·ἔχει τὰ κδ γράμματαἉβροχίτων δʼ ὁ φύλαξ θηροζυγοκαμψιμέτωπος·ἁβρὸς δʼ ἐν προχοαῖς Κύκλωψ φθογγάζετο μύρμηξ.μὴ ταχὺς Ἡρακλείτου ἐπʼ ὀμφαλὸν εἴλεε βίβλοντοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός.ὄρφνη καὶ σκότος ἐστὶν ἀλάμπετον ἢν δέ σε μύστηςεἰσαγάγῃ, φανεροῦ λαμπρότερʼ ἠελίου.Θειογένης Πείσωνι τὰ τεχνήεντα κύπελλαπέμπει· χωροῦμεν δʼ οὐρανὸν ἀμφότερα·δοιὰ γὰρ ἐκ σφαίρης τετμήμεθα, καὶ τὸ μὲν ἡμῶντοὺς νοτίους, τὸ δʼ ἔχει τείρεα τἀν Βορέῃ.ἀλλὰ σὺ μηκέτʼ Ἄρητον ἐπίβλεπε· δισσὰ γὰρ ἀμφοῖνμέτρα πιὼν ἀθρεῖς πάντα τὰ φαινόμενα.θάρσει καὶ τέτταρσι διαπλασθέντα προσώποιςμῦθον καὶ τούτων γράψαι ἔτι πλέοσινοὔτε σὲ γὰρ λείψουσι, Φιλωνίδη, οὔτε Βάθυλλον,