τερπνόν, ταυρωπόν, Τυρρηνολέτην, ταχύμηνιν,ὑπνοφόβην, ὑγρόν, ὑμενήιον, ὑλήεντα,φηρομανῆ, φρικτόν, φιλομειδέα, φοιταλιώτην,χρυσόκερων, χαρίεντα, χαλίφρονα, χρυσεομίτρην,ψυχοπλανῆ, ψεύστην, ψοφομηδέα, ψυχοδαϊκτήν,ὥριον, ὠμηστήν, ὠρείτροφον, ὠρεσίδουπον.μέλπωμεν βασιλῆα φιλεύιον, εἰραφιώτην,ὑμνέωμεν Παιᾶνα μέγαν θεὸν Ἀπόλλωνα,ἄμβροτον, ἀγλαόμορφον, ἀκερσεκόμην, ἁβροχαίτην,βριθύνοον, βασιλῆα, βελεσσιχαρῆ, βιοδώτην,γηθόσυνον, γελόωντα, γιγαντολέτην, γλυκύθυμον,Διογενῆ, Διόπαιδα, δρακοντολέτην, δαφνογηθῆ,εὔλαλον, εὐρυβίην, ἑκατηβόλον, ἐλπιδοδώτην,ζῳογόνον, ζάθεον, Ζηνόφρονα, ζηλοδοτῆρα,ἤπιον, ἡδυεπῆ, ἡδύφρονα, ἠπιόχειρα,θηροφόνον θαλερόν, θελξίφρονα, θελγεσίμυθον,ἰαφέτην, ἱμερτόν, ἰήιον, ἱπποκορυστήν,κοσμοπλόκον, Κλάριον, κρατερόφρονα, καρπογένεθλον,Λητογενῆ, λαρόν, λυρογηθέα, λαμπετόωντα,μυστιπόλον, μάντιν, μεγαλήτορα, μυριόμορφον,νευροχαρῆ, νοερόν, νηπενθέα, νηφαλιῆα,ξυνοχαρῆ, ξυνόν, ξυνόφρονα, ξυνοδοτῆρα,ὄλβιον, ὀλβιοεργόν, Ὀλύμπιον, οὐρεσιφοίτην,πρηΰν, πανδερκῆ, παναπήμονα, πλουτοδοτῆρα,ῥυσίπονον, ῥυσίπονον, ῥηξήνορα, ῥηξικέλευθον,σιγαλόεντα, σοφόν, σελαηγενέτην, σωτῆρα,τερψίχορον, Τιτᾶνα, τελέστορα, τιμήεντα,ὑμναγόρην, ὕπατον, ὑψαύχενα, ὑψήεντα,Φοῖβον, φοιβάζοντα, φιλοστέφανον, φρενογηθῆ,χρησμαγόρην, χρύσεον, χρυσόχροα, χρυσοβέλεμνον,ψαλμοχαρῆ, ψάλτην, ψευσίστυγα, ψυχοδοτῆρα,ὠκύπον, ὠκυεπῆ, ὠκύσκοπον, ὡρεσιδώτην.ὑμνέωμεν Παιᾶνα μέγαν θεὸν Ἀπόλλωνα.Κλεῖε, θεός, μεγάλοιο πύλας ἀκμῆτας Ὀλύμπου·φρούρει, Ζεῦ, ζαθέαν αἰθέρος ἀκρόπολιν.ἤδη γὰρ καὶ πόντος ὑπέζευκται δορὶ Ῥώμης,καὶ χθών· οὐρανίη δʼ οἶμος ἔτʼ ἔστʼ ἄβατος.τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷοὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει,Χριστιανοὶ γεγαῶτες Ὀλύμπια δώματʼ ἔχοντες