πίομαι, ὦ Ληναῖε, πολὺ πλέον ἢ πίε Κύκλωψνηδὺν ἀνδρομέων πλησάμενος κρεάωνπίομαι, ὡς ὄφελόν γε καὶ ἔγκαρον ἐχθροῦ ἀράξαςβρέγμα Φιλιππείης ἐξέπιον κεφαλῆς·ὅσπερ ἑταιρείοιο παρὰ κρητῆρι φόνοιογεύσατʼ, ἐν ἀκρήτῳ φάρμακα χευάμενος.Ἀλκαίου τάφος οὗτος, ὃν ἔκτανεν ἡ πλατύφυλλοςτιμωρὸς μοιχῶν γῆς θυγάτηρ ῥάφανος.οὐκ ἄρα σοί γε ὄλιζον ἐπὶ κλέος ὤπασε Μοῖραἤματι, τῷ πρώτῳ φῶς ἴδες ἀελίου,Σαπφοῖ· σοὶ γὰρ ῥῆσιν ἐνεύσαμεν ἄφθιτον εἶμεν,σὺν δὲ πατὴρ πάντων νεῦσεν ἐρισφάραγος·μέλψῃ δʼ ἐν πάντεσσιν ἀοίδιμος ἁμερίοισιν,οὐδὲ κλυτᾶς φάμας ἔσσεαι ἠπεδανά.Ἰλιάς, ὦ μέγα ἔργον,Ὀδυσσείης τε τὸ σῶφρονγράμμα, τὸ καὶ Τροίῃ θῆκεν ἴσην Ἰθάκην,τόν με γέροντʼ αὔξοιτʼ ἐς ἀεὶ νέον ἡ γὰρ Ὁμήρουσειρὴν ὑμετέρων ῥεῖται ἀπὸ στομάτων.Καλλιόπη πολύμυθε μελισσοβότου Ἑλικῶνος,τίκτε μοι ἄλλον Ὅμηρον, ἐπεὶ μόλεν ἄλλος Ἀχιλλεύς.μέλπωμεν βασιλῆα φιλεύιον,, εἰραφιώτην,ἁβροκόμην, ἀγροῖκον, ἀοίδιμον, ἀγλαόμορφον,Βοιωτόν, βρόμιον, βακχεύτορα, βοτρυοχαίτην,γηθόσυνον, γονόεντα, γιγαντολέτην, γελόωντα,Διογενῆ, δίγονον, διθυραμβογενῆ, Διόνυσον,εὔιον, εὐχαίτην, εὐάμπελον, ἐγρεσίκωμον,ζηλαῖον, ζάχολον, ζηλήμονα, ζηλοδοτῆρα,ἤπιον, ἡδυπότην, ἡδύθροον, ἠπεροπῆα,θυρσοφόρον, Θρήικα, θιασώτην, θυμολέοντα,Ἰνδολέτην, ἱμερτόν, ἰοπλόκον, ἰραφιώτην,κωμαστήν, κεραόν, κισσοστέφανον, κελαδεινόν,Λυδόν, ληναῖον, λαθικηδέα, λυσιμέριμνον,μύστην, μαινόλιον, μεθυδώτην, μυριόμορφον,νυκτέλιον, νόμιον, νεβρώδεα, νεβριδόπεπλον,ξυστοβόλον, ξυνόν, ξενοδώτην, ξανθοκάρηνον,ὀργίλον, ὀβριμόθυμον, ὀρέσκιον, οὐρεσιφοίτην,πουλυπότην, πλαγκτῆρα, πολυστέφανον, πολύκωμον,ῥηξίνοον, ῥαδινόν, ῥικνώδεα, ῥηνοφορῆα,σκιρτητόν, Σάτυρον, Σεμεληγενέτην, Σεμελῆα,