ἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατοντῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε, λεπταὶῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης.ὅταν θέλῃ τις ἡμέραν ἰδεῖν καλήν,συντυγχάνων σοι γίνεται καλήμεροςτοὐναντίον δὲ καί τις εἰ θέλοι παθεῖν,μὴ συντυχών σοι γίνεται κακήμερος.Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσιν.γῆμε Κριτωνιανός με, Σόλων ἐτέκνωσεν ἐκλήθηνΜελτίνη· πλάσθην ἀνδρὸς ἐμοῦ παλάμαις.Χιονέην τρίχα, Παιήων ἐκέλευέ με χρυσῷδαιδάλλειν ἀγανοφροσύνῃ, ἐτέλεσσα δὲ χαίρων,οὕνεκεν ἐξ ἐμέθεν τόδε οἱ θυμῆρες ἔκρινεν.εὐμενέως Πρώτοιο δεδεγμένος ὄργια βίβλουφιλοπόνου γραφίδεσσι δεδειγμένα βένθεα μύθων,κοιράνου Αὐσονίοισι διδάσκαλε, ἵλαος εἴης.δράμασιν ἐν πολλοῖσι διέπρεπες, ὅσσα Μένανδροςἔγραφεν, ἢ Μουσέων σὺν μιῇ ἢ Χαρίτων.ἐς γάμον εὖ ξέσσεν με νεοζεύκτοιο Προκίλληςτὸν νυμφῶν θαλάμοις αἰὲν ἀειδόμενον,εὐξάμενος τάδε Μῆνις ὁ κωμικός· “Ὑμέναιε,ἔρχεο καὶ νύμφῃ καὶ γαμέοντι φίλος.ʼ”τρεῖς εἰσ’ αἱ Χάριτες· σὺ δὲ δὴ μία ταῖς τρισὶ ταύταιςγεννήθης, ἵνʼ ἔχωσ’ αἱ Χάριτες Χάριτα.ἔρδοι τὴν ἔμαθέν τις, ὅπου καὶ ὑπʼ Ἄλπιας ἄκραςληισταὶ λασίαις ἀμφίκομοι κεφαλαῖς,φωρῆς ἁπτόμενοι, φύλακας κύνας ὧδʼ ἀλέονταιχρίονται νεφροῖς πῖαρ ἔπεστιν ὅσον,ψευδόμενοι ῥινῶν ὀξὺν στίβον. ὦ κακὸν εὑρεῖνῥηΐτεραι Λιγύων μήτιες ἢ ἀγαθόν.Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δʼ Ὀρφέα· Φοῖβος ἐνίκατὸν Φρύγα, σοὶ δʼ εἴκει μελπομένῳ, Γλάφυρε,οὔνομα καὶ τέχνης καὶ σώματος. οὔ κεν Ἀθήνηἔρριψεν λωτοὺς τοῖα μελιζομένη,οἷα σὺ ποικιλοτερπές· ἀφυπνώσαι κεν ἀκούωναὐτὸς Πασιθέης Ὕπνος ἐν ἀγκαλίσιν.Μακύνου τείχη, Ζεῦ Ὀλύμπιε· πάντα Φιλίππῳἀμβατά· χαλκείας κλεῖε πύλας μακάρων.χθὼν μὲν δὴ καὶ πόντος ὑπὸ σκήπτροισι Φιλίππουδέδμηται· λοιπὰ δʼ ἁ πρὸς Ὄλυμπον ὁδός.