τοὔνομα; τῆς φωνῆς ἐστι γὰρ ἀλλότριοντῆς τῶν Ἑλλήνων εἰ Ῥωμαϊκῶς δὲ καλεῖται,αὐτὸς ἂν εἰδείης, Ῥωμαϊκώτατος ὤν.σκεύασον οὖν μοι τοῦτο· τὸ γὰρ κατέχον με νόσηματοῦ στομάχου χρῄζει τοῦδε, λέγουσι, ποτοῦ.οὐκ ἀλόγως ἐν διζύφοις δύναμίν τινα θείανεἶναι ἔφην. χθὲς γοῦν † δίζυφον ἐν χρονίῳἠπιάλῳ κάμνοντι τεταρταίῳ περιῆψα,καὶ γέγονεν ταχέως, οἷα κρότων, ὑγιής.Καλλιόπη σοφίην ἡρωίδος εὗρεν ἀοιδῆς·Κλειὼ καλλιχόρου κιθάρης μελιηδέα μολπὴνΕὐτέρπη τραγικοῖο χοροῦ πολυηχέα φωνὴνΜελπομένη θνητοῖσι μελίφρονα βάρβιτον εὗρε·Τερψιχόρη χαρίεσσα πόρεν τεχνήμονας αὐλούς·ὕμνους ἀθανάτων Ἐρατὼ πολυτερπέας εὗρε·τέρψιας ὀρχηθμοῖο Πολύμνια πάνσοφος εὗρεν[ἁρμονίην πάσῃσι Πολύμνια δῶκεν ἀοιδαῖς·]Οὐρανίη πόλον εὗρε καὶ οὐρανίων χορὸν ἄστρωνκωμικὸν εὗρε Θάλεια βίον καὶ ἤθεα κεδνά.οὐκ ἴδε Τερψιχόρην ὁ ζωγράφος, ἀλλʼ ὑπὸ τέχναςψεύδεται ὀφθαλμοὺς δείκελον ἀτρεκίῃ.εἴ ποτε τερψινόοιο, φίλος, φόρμιγγος ἀκούσῃς,τὴν Ἐρατὼ θαύμαζε τόσης εἰδήμονα τέχνης.Εὐτέρπη δονάκεσσι πολυτρήτοισι λιγαίνει,πνεῦμα σοφῆς ὀχετηγὸν ἐπισπείρουσα μελίσσης.κωμικὸν ἀμφιέπω Θάλεια μέλος, ἔργα δὲ φωτῶνοὐχ ὁσίων θυμέλῃσι φιλοκροτάλοισιν ἀθύρω.εἰκόνα σῆς σοφίης ποτιδέρκεο· Καλλιόπης γὰρεἰκόνα σῇ κραδίῃ λάμβανε τὴν σοφίην.Δαφνοκόμοις Φοίβοιο παρὰ τριπόδεσσι πολεύωΚλειώ, μαντοσύνης Μοῦσα καὶ ἱστορίης.Οὐρανίη ψήφοιο θεορρήτῳ τινὶ μέτρῳἀστρῴην ἐδίδαξα παλινδίνητον ἀνάγκην.σκέπτεο χαλκεόφωνον ἐπισπέρχουσαν ἀοιδὴνΜελπομένην, ἐρατῆς ἵστορα εὐεπίης.σιγῶ, φθεγγομένη παλάμης θελξίφρονα παλμόν,νεύματι φωνήεσσαν ἀπαγγέλλουσα σιωπήν.ἐννέα τὰς Μούσας φασίν τινες· ὡς ὀλιγώρως·ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη.Ἡσιόδου τὸ τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν