ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὸν λιμένʼ εὗρονοὐδὲν ἐμοὶ χʼ ὑμῖν· παίζετε τοὺς μετʼ ἐμέ.τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶνἄλλος τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβεινοὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.ἰχθύας ἀγκίστρῳ τις ἀπʼ ᾐόνος εὔτριχι βάλλωνεἵλκυσε ναυηγοῦ κρᾶτα λιποτριχέα.οἰκτείρας δὲ νέκυν τὸν ἀσώματον, ἐξ ἀσώματονχειρὸς ἐπισκάπτων λιτὸν ἔχωσε τάφον.εὗρε δὲ κευθόμενον χρυσοῦ κτέαρ. ἦ ῥα δικαίοιςἀνδράσιν εὐσεβίης οὐκ ἀπόλωλε χάρις.Ἱπποκράτης φάος ἦν μερόπων, καὶ σῴετο λαῶνἔθνεα, καὶ νεκύων ἦν σπάνις εἰν ἀίδῃ.γῆρας ἐπὰν μὲν ἀπῇ, πᾶς εὔχεται· ἢν δὲ ποτʼ ἔλθῃ,μέμφεται· ἔστι δʼ ἀεὶ κρεῖσσον ὀφειλόμενον.εἴ τις γηράσας ζῆν εὔχεται, ἄξιός ἐστιγηράσκειν πολλῶν εἰς ἐτέων δεκάδας.Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρνήπιος εἰσβαίνων οὐκ ἔφυγεν θάνατονἐς ποταμὸν δʼ ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν,κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη.καὶ τὸ μὲν ἐξεσύρη λοιπὸν δέμας· ἡ δὲ μένουσαὄψις ἀναγκαίην εἶχε τάφου πρόφασιν.δύσμορος ἧς ὠδῖνα διείλατο πῦρ τε καὶ ὕδωρ·ἀμφοτέρων δὲ δοκῶν, οὐδενός ἐστιν ὅλως.τίπτε παναμέριος, Πανδιονὶ κάμμορε κούρα,,μυρομένα κελαδεῖς τραυλὰ διὰ στομάτων;ἤ τοι παρθενίας πόθος ἵκετο, τάν τοι ἀπηύραΘρηίκιος Τηρεὺς αἰνὰ βιησάμενος;καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχοςκαὶ τὸν ἐπʼ Ἀλφειῷ Ζᾶνα κατηυγασάμην,κάπων τʼ αἰώρημα, καὶ Ἠελίοιο κολοσσόν,καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον,μνᾶμά τε Μαυσώλοιο πελώριον ἀλλʼ ὅτʼ ἐσεῖδονἈρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,κεῖνα μὲν ἠμαύρωτο † δεκηνιδε νόσφιν Ὀλύμπουἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο.τέσσαρες αἰωροῦσι τανυπτερύγων ἐπὶ νώτωννῖκαι ἰσηρίθμους υἱέας ἀθανάτων