κάτθανʼ † ενοστησας ἐν Λακεδαιμονίοις,οὐκ ἄορι πληγείς, οὐδʼ ἐν βέλει, ἀλλʼ ἐνὶ σύκῳχείλεα. φεῦ· προφάσεων οὐκ ἀπορεῖ θάνατος.γραμματικοῦ θυγάτηρ ἔτεκεν φιλότητι μιγεῖσαπαιδίον ἀρσενικόν, θηλυκόν, οὐδέτερον.Παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήνῥηιδίως Μοίραις καὶ τἀδόκητα πέλει.Μονόστιχον εἰςτὴν ἑβδομάδαΖεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς.κεῖτο δʼ ὁμοῦ σάκος, ἔγχος, ἄκων, θώρηξ, κόρυς, ἵππος.ἀσπίς, τόξα, βέλεμνα, κόρυς, ξίφος, ἄλκιμον ἔγχος.ἰός, τόξα, σάκος, κυνέη, δόρυ, φάσγανα, θώρηξ.Ἑλλάδος ἐνναετῆρες, ἀμεμφέες ἡγεμονῆες,μηκέτι πιστὰ φέροιτε δολοφρονέουσι γυναιξί.θηλυτέρη μʼ ἐδάμασσε, τὸν οὐ κτάνε δήϊος Ἕκτωρ.ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάρισταδόγματα, ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον ἅδε γὰρ ἀνδρῶνμούνα καὶ βίοτον ῥύσατο καὶ πόλιας.σαρκὸς δʼ ἁδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,ἡ μία τῶν Μνήμης ᾔνεσε θυγατέρων·ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνοςἐὰν δὲ μηδὲ ταῦτα τὴν φλόγα σβέσῃ,θεραπεία σοι τὸ λοιπὸν ἠρτήσθω βρόχος.μὴ θάπτειν τὸν ἄθαπτον, ἔα κυσὶ κύρμα γενέσθαι·γῆ πάντων μήτηρ μητροφθόρον οὐ δέχετʼ ἄνδρα,σιγαλέως φέρεται πολιὸς χρόνος· ἀλλὰ παρέρπωνκαὶ φωνὰς κλέπτει φθεγγομένων μερόπων,καὶ μὴ φαινόμενος τοὺς φαινομένους ἀφανίζει,καὶ μὴ φαινομένους εἰς φανερὸν προφέρει.ὦ ζωῆς ἀόριστος ἐν ἀνθρώποισι τελευτή,ἦμαρ ἐπʼ ἦμαρ ἀεὶ πρὸς ζόφον ἐρχομένων.μηκέτι κληρονόμους ὀνομάζετε φέγγος ὁρῶντας·τοὺς δʼ ἀποθνῄσκοντας κληρονόμους λέγετε.οἱ νῦν κληρονόμοι νέκυες μέγα κέρδος ἔχουσι,τὴν ἀναχώρησιν τοῦ μογεροῦ βιότου.τὴν πόλιν οἱ νέκυες πρότερον ζῶσαν κατέλειψαν·;,ἡμεῖς δὲ ζῶντες τὴν πόλιν ἐκφέρομεν.Κονδίτου μοι δεῖ. τὸ δὲ κονδῖτον πόθεν ἔσχεν