ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ,ὀκτωκαιδεκάτῳ πανομοίιος· εἰσέτι δʼ ἄλλαςεἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου.αὐτάρ ἄναξ λευκοῖο λαχὼν σημήια πεσσοῦ,καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα,τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπʼ ἠθμοῦ,πύργου δουρατέου κλίμακι κευθομένῃ],δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν αὐτίκα δʼ ὀκτὼἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας,τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸςκείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας.ἐκ φονίων Περσῶν φόνιον φυτὸν ἤγαγε Περσεύς,παιδὶ Θεογνώστου τοῦ θανάτου πρόφασιν.ἀσκὸν τῶν ἀνέμων ἔλαβέν ποτε δῶρον Ὀδυσσεὺςπόντον ἐπιπλείων χρῆμα γὰρ ἦν τι μέγα.ἀλλʼ ἐμὸς Αἰόλος οὗτος ἔχων ἀνεμώλιον ἦτορ,ὄρνεον ἐκπέμπει τῶν ἀνέμων γεμίσας.πνεύματά μοι πτερόεντα, φίλος, ναὶ πνεύματα πέμπεις·οὐ δύναμαι δὲ φαγεῖν θλιβομένους ἀνέμους.τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν,Νηρέος ἀθανάταν εἰναλίοιο κόραν,τὰν Διὸς ἐννεσίῃ Πηλέι γημαμέναν,τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίηνἃ τὸν δουριμανῆ, τὸν δʼ Ἄρεα πτολέμων,Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνωνδῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιοντῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον,περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν.ἱλήκοις ἥρως ἄμμι Νεοπτόλεμε,ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε·δέχνυσο δʼ εὐμενέων τάνδε θυηπολίην,πᾶν δʼ ἀπέρυκε δέος ἁμετέρας πόλιος.τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν.τὴν λαπάραν, τὴν αὐτὸς ἀποσφίγξας ἀποπέμπεις,εὗρεν ὁ παῖς λύσας φῦσαν ὑπηνέμιον.βρώματά μοι χοίρων συκιζομένων προέθηκας,ξηρῶν, διψαλέων, Κυπρόθεν ἐρχομένων.ἀλλʼ ἐμὲ συκωθέντα μαθὼν ἢ σφάξον ἑτοίμως,ἢ σβέσον ἐκ δίψης νάματι τῷ Κυπρίῳ.τέρπης εὐφόρμιγγα κρέκων σκιάδεσσιν ἀοιδὰν