Εὐρώπης Ἀσίης τε δορισθενέες βασιλῆες,ὑμῖν ἀμφοτέροισιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς,τίς κεν ἐμὲ τλήθυμος ἕλοι δύστηνον ἀκοίτης·Ζεὺς δὲ πατὴρ δικάσειεν, ἄνευθε δὲ Κυπρογενείης,μὴ πάλιν ἄλλος ἕλῃ με γαμοκλόπος, αἶσχος Ἀχαιοῖς.τί ἂν εἴποι Ἕκτωρ, τοῦ Πατρόκλου μὴ δυνηθέντοςβαστάσαι τὸ δόρυ ἈχιλλέωςἘζημίωσας ἀσθενῶν τὸν Ἕκτορα·φέρεις γὰρ ἡμῖν ἐλλιπῆ σκυλεύματα.τί ἂν εἴποι ἡ Θέτις, τοῦ Τηλέφου σκελισθέντος ὑπὸ τῆς ἀμπέλουἌμπελε, τί πράξωμεν, ὅταν Δαφναῖος Ἀπόλλωνπτόρθον ἐμὸν κλίνῃ διʼ Ἀλεξάνδροιο βελέμνων;τὰ δῶρα λαμπρὰ προσφέρεις τῇ πατρίδι.σεῖο νόον πέτρωσεν ἀμείλιχα δέσμια πέτρης,καὶ λίθον ἐκτελέσειε τεὸν δέμας ὄμμα Μεδούσης.ἀπεστράφης νῦν, ὡς λαβὼν ἐξουσίανταύτῃ γὰρ οὐ πέφυκε συντρέχειν Ἔρως·ἔρως γὰρ ἄλλην ἀνταμείβεται τρίβον.βραδύτερον παρελθόντοςἑσπέριὸς μʼ ἐδάμασσεν ὁμοῦ καὶ πρώιος ὕπνος,ὅς μὲν ἐπιβρίσας, ὃς δέ με μὴ καλέσας·ὧν ἐξ ἀμφοτέρων ὁ μὲν ἐρρέτω, ὃς δὲ παρείηἵλαος, ὡράων μέτρον ἐπιστάμενος.Οὐτιδανοὶ μερόπων, εἰ καὶ μέγα ῥέξαμεν ἔργον,οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα·οἱ δʼ ἀγαθοί, κἢν μηδέν, ἀναπνεύσωσι δὲ μοῦνον,ὡς Λίβυς εἶπεν ἀνήρ, τοῦτʼ ἀδάμαντι μένει.δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα,παίγνιον ἀφράστων ἐκτελέοντα κύβων,τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτʼ ἀπὸ λευκοῦ,τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου,ἑπτὰ μὲν ἕκτος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σοῦμμοςδισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ·ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο, μουνάδα δʼ ἄλληνψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος.ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳκαὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτηνἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι,καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία·δίζυγες Ἀντίγονον διεκόσμεον ἀλλὰ καὶ αὐτῷ