ἄρτι θανὼν Μενέλαος ἐμὸν μέγα κῦδος ἀέξει.τίνας ἂν εἴποι λόγους Ἀλθαία παρακαλοῦσα τὸν Μελέαγροντέκνον ἐμόν, γενεῆς ἐπιλήθεαι, οὐδʼ ἀλεγίζῃπατρίδος ὀλλυμένης, βριαρὴν δʼ ἀπόειπες ἀκωκήν,αἰσχύνων Καλυδῶνα καὶ Οἰνέα καὶ ναετῆρας.ἠνορέης κλυτὰ ἔργα τεὴν ἔστεψαν ἀπήνην,καὶ νύμφην βοόωσιν ἀριστοπόνοις ὑμεναίοις.Πηλιάδες σκοπιαί, κουροτρόφοι, εἴπατε παιδί,ὃν Χείρων ἐδίδαξεν ἀριστεύειν ἐνὶ χάρμῃ,μῆνιν ἀπορρῖψαι καὶ λοίγιον ἔχθος Ἀχαιοῖς.σῆς ἀρετῆς ἱδρῶτι καλὴν ἀπέδωκεν ἀμοιβὴνσὸς γενέτης, Ἥρακλες, ἐπεὶ πόνος ἄσπετον εὖχοςἀνδράσιν οἶδεν ἄγειν μετʼ ἀπείρονα κύκλον ἀέθλων.σοὶ χάριν ἐξετέλεσσε πόνος καὶ ἀθέσφατος ἱδρώς,χῶρον ἔχειν πολύολβον, ὃν οὐ πάρος ἔλλαχεν ἀνήρ.τί ἂν εἴποι Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα φιλιωθῆναιοὐ θέμις ἐν φθιμένοισιν ἔχειν κότον ἄλγεα γαίηςκαλλείψας ἀγάπαζε τεὸν φίλον οὐ γὰρ Ὀδυσσεὺςἤλιτεν εἰς σὲ θέλων, βριαρὴ δὲ σ’ ἔπεφνεν Ἀθήνη,Ζεύς τε πατήρ, καὶ Μοῖρα, καὶ ἠεροφοῖτις Ἐρινύς.αἴθε δὲ τεύχεα ῥῖψεν ἐς ἁλμυρὰ βένθεα πόντουδῖα Θέτις, καὶ νεῖκος ἀπέσβεσε σεῖο μενοινῆς.τίνας ἂν εἴποι λόγους Νέστωρ ἀκούσας Ὀδυσσέα ἐπανελθόνταἐσθλὸς ἀνὴρ φύγε πόντον ἀπηνέα καὶ μετὰ μόχθονἐς πάτρην ἀφίκανεν;, ἐμοῦ δέ κε φέρτερος εἴη,εὖ δεδαὼς πτόλιάς τε καὶ ἤθεα καὶ νόον ἀνδρῶν.πολλὰ καμὼν νόστησεν ἀνὴρ τλήθυμος Ὀδυσσεύς,ἀλλʼ ἔμπης κλέος ἔσχεν ἀνὰ χθόνα καὶ κατὰ πόντονἀνδράσιν ἐσσομένοισιν ἀεὶ πτολίπορθος Ὀδυσσεύς.τίνας ἂν εἴποι λόγους ὁ Ἀγαμέμνων καθοπλισθέντος ἈχιλλέωςἼλιος ὀφρυόεσσα κατήριπεν, ἄρτι δὲ πᾶσανληιδίην Δαναοῖσι θεὸς πόρεν, ὁππότʼ Ἀχιλλεύς,μῆνιν ἀπορρίψας, φθισήνορα χεῖρα κορύσσει.τί ἂν εἴποι Εἰδοθέα ἰδοῦσα τὴν Ἑλένην ἐν Φάρῳοἰκτείρω σὸν κάλλος, ἐπεὶ Διός ἐσσι γενέθλη.εἰσορόω γὰρ ἄγαλμα διοτρεφές· ἀτρεκέως δὲΤρωσί τε καὶ Δαναοῖσι μάχη δεκέτηρος ἐτύχθης.ποῦ Διὸς αἰγιόχοιο, τεοῦ γενετῆρος, ἀρωγαί;ἔμπης δʼ ἔρχεο θᾶσσον, ἀπήμονα νόστον ἑλοῦσαΕἰδοθέης ἰότητι, κακῆς ἐπὶ νῶτα θαλάσσης.