πατρὶ τέκος, φροῦδος τοῖς ἀγόνοισι φόβος·ἠνορέην νεότης, πολιὴ φρένας οἶδεν ὀπάσσαι·ἔνθεν θάρσος ἔχων ζῶε, φύτευε γένος.μήτηρ υἷα λιπόντα μάχην μετὰ πότμον ἑταίρωνἔκτανεν, ὠδίνων μνῆστιν ἀνηναμένη.καὶ γὰρ γνήσιον αἷμα διακρίνει Λακεδαίμωνἀλκῇ μαρναμένων, οὐ γενεῇ βρεφέων.ἄνδρες ἀπʼ Ἀρκαδίης ἁλιήτορες, ἦ ῥʼ ἔχομέν τι;ὅσσʼ ἕλομεν λιπόμεσθʼ, ὅσσ’ οὐχ ἕλομεν φερόμεσθα.τίνας ἂν εἴποι λόγους Ἔρως ἐρῶντίς πυρὶ πῦρ ἐδάμασσε; τίς ἔσβεσε λαμπάδι πυρσόν;τίς κατʼ ἐμῆς νευρῆς ἑτέρην ἐτανύσσατο νευρήν;καινὸς Ἔρως κατʼ Ἔρωτος ἐμῷ μένει ἰσοφαρίζειεἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότεςαἴσθησιν εἶχον, ἄνδρες ὥς φασίν τινες,ἀπηγξάμην ἄν, ὥστʼ ἰδεῖν Εὐριπίδην.τίνας ἂν εἴποι λόγους πρὸς Πρόκνην τὴν ἀδελφὴν Φιλομήλησός με πόσις κακοεργὸς ἐνὶ σπήλυγγι βαθείῃμουνώσας βαρύποτμον, ἐμὴν ἀπέκερσε κορείηνστυγνὰ δέ μοι πόρεν ἕδνα πολυτλήτοιο γάμοιο·γλῶσσαν ἐμὴν ἐθέρισσε, καὶ ἔσβεσεν ἑλλάδα φωνήν.χαῖρε, Πρόκνη, παρὰ σεῖο κασιγνήτης Φιλομήλης,χαίρειν εἰ τόδε γʼ ἔστιν ἐμοῦ δέ σοι ἄλγεα θυμοῦπέπλος ἀπαγγείλειε, τά μοι λυγρὸς ὤπασε Τηρεύς,ὃς μʼ ἕρξας βαρύποτμον ἐν ἕρκεσι μηλονομήων,πρῶτον παρθενίης, μετέπειτα δʼ ἐνόσφισε φωνῆς.αὐτὸς ὁ βοῦς ἱκέτης ἐπιβώμιος, αἰθέριε Ζεῦ,μυκᾶται, ψυχὴν ῥυόμενος θανάτου.ἀλλὰ μέθες, Κρονίδη, τὸν ἀροτρέα·καὶ σὺ γὰρʼ αὐτὸςπορθμεὺς Εὐρώπης ταῦρος, ἄναξ, ἐγένου.τίνας ἂν εἴποι λόγους Καλλιόπη εἰς Γεώργιονοὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης.τίνας ἂν εἴποι λόγους Ἀπόλλων περὶ ὉμήρουἬειδον μὲν ἐγών, ἐχάρασσε δὲ θεῖος Ὅμηρος,Πασιφάη πρὸς τὸν Ἔρωταεἰ ποθέειν μʼ ἐδίδαξας ἐν οὔρεσι ταῦρον ἀλήτην,μυκηθμόν με δίδαξον, ὅτῳ φίλον ἄνδρα καλέσσω.ἔγνως νῦν, Ἀγάμεμνον, ἐμὸν φθισήνορα θυμόν·ἔγνως ἐν σταδίῃσιν ὅσον σθένος Ἕκτορός ἐστι.