βαιὰ λαμπὰς ἐοῖσα, τὸν Ἃλιον αὐτὸν ἀναίθει.ἢν τὺ γʼ ἕλῃς τῆνον, δήσας ἄγε, μηδʼ ἐλεήσῃς·κἢν ποτʼ ἴδῃς κλαίοντα, φυλάσσεο μή σε πλανήσῃ·κἢν γελάῃ, τύ νιν ἕλκε· καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι,φεῦγε· κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί.ἢν δὲ λέγῃ, Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γάρ πυρὶ πάντα βέβαπται.”τὸν Διὸς ἐν τριόδοισιν ἐθαύμασα χάλκεον υἷα,τὸν πρὶν ἐν εὐχωλαῖς, νῦν παραριπτόμενον.ὀχθήσας δʼ ἄρʼ ἔειπον “ Ἀλεξίκακε τρισέληνε,μηδέποθʼ ἡττηθείς, σήμερον ἐξετάθης.”νυκτὶ δὲ μειδιόων με θεὸς προσέειπε παραστάς·καιρῷ δουλεύειν καὶ θεὸς ὢν ἔμαθον.γριπεύς τις μογέεσκεν ἐπʼ ἰχθύσι· τὸν δʼ ἐσιδοῦσαεὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ,καί μιν θῆκε σύνευνον ὁ δʼ ἐκ βιότοιο πενιχροῦδέξατο παντοίης ὄγκον ἀγηνορίης.ἡ δὲ Τύχη γελόωσα παρίστατο, καὶ ποτὶ Κύπριν,οὐ τεὸς οὗτος ἀγών, ἀλλʼ ἐμός ἐστιν, ἔφη.μή ποτε κοιλήνῃς παφίῃ νόον ἀντιτύπου γὰρεὐθὺς ἀποθρώσκει κοῦφος Ἔρως κραδίης.οἶστρος ὀλισθήεσσαν ἔχει φύσιν· ἤν τις ὀιστοῦἄκρον ἕλῃ φλογεροῦ, δύεται ἐντὸς ὅλος.ἐλπίδι μὴ θέλξῃς φρένα μαχλάδι· γυιοβόρον γὰρπῦρ ὑποριπίζει, θυμὸν ἐφελκομένη. ˘καλὰ τὰ παρθενίης κειμήλια· παρθενίη δὲτὸν βίον ὤλεσσ’ ἂν πᾶσι φυλασσομένη.τοὔνεκεν εὐθέσμως ἄλοχον λάβε, καί τινα κόσμῳδὸς βροτὸν ἀντὶ σέθεν· φεῦγε δὲ μαχλοσύνην.ἤθελε μὲν βασιλεύς σε βοηθόον εἰσέτι πέμπεινἄστεσι τειρομένοις δευομένων μερόπων,Τητιανὲ χρύσειε· σὺ δʼ ἐν βιότοιο γαλήνῃπατρίδα καὶ κλῆρον σὸν προβέβουλας ἔχειν,αὔξων σῶν προγόνων κτέρας ἔνδικον ἀρχομένων γὰρπλοῦτον ὅτι στυγέεις σύνθρονος οἶδε Δίκη.ἡδέα πάντα κέλευθα λάχεν βίος· ἄστεϊ μέσσῳεὖχος, ἑταιρεῖαι· κρυπτὰ δόμοισιν ἄχη·ἀγρὸς τέρψιν ἄγει, κέρδος πλόος, ἀλλοδαπὴ χ;χθὼνγνώσιας· ἐκ δὲ γάμων οἶκος ὁμοφρονέει,τοῖς δʼ ἀγάμοις ἄφροντις ἀεὶ βίος· ἕρκος ἐτύχθη