κεὐθὺς ἀπορρέξαι χίμαρον καλόν. ἢν δʼ ἀνανεύῃ,τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχωσακίταν νεύοι δʼ εὐμενέως ὁ θεός.Βωλοτόμοι μύρμηκες, ὁ γῆς στρατός, ἡνίκʼ ἔτενδεγειομόρου μελιχρὴν σμηνοδόκου χάριτα,μηνίσας ὁ πρέσβυς, ἐς ὕδατα κρωσσὸν ἔβαψεν,ἐνθάδε τοὺς ἀπὸ γῆς οὐ δοκέων πελάσειν.οἱ δὲ νέας κάρφας ἀχυρίτιδας ἀντιφέροντες,αὐτοκυβερνῆται πρὸς κύτος ἐτρόχασαν.ἦ ῥα φίλη γαστὴρ καὶ βαιοτάτους ἀνέπεισενἐκ χθονὸς εἰς Νύμφας καινοτάτους ἐρέτας.βρέγμα πάλαι λαχναῖον, ἐρημαῖόν τε κέλυφοςὄμματος, ἀγλώσσου θʼ ἁρμονίη στόματος,ψυχῆς ἀσθενὲς ἕρκος., ἀτυμβεύτου θανάτοιολείψανον, εἰνόδιον δάκρυ παρερχομένων,κεῖσο πέλας πρέμνοιο παρʼ ἀτραπόν, ὄφρα μάθῃ τιςἀθρήσας, τί πλέον φειδομένῳ βιότου.ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει·“ εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,δραπετίδας ἐμός ἐστιν· ὁ μανυτὰς γέρας ἑξεῖ.μισθός τοι τὸ φίλαμα τὸ Κύπριδος· ἢν δʼ ἀγάγῃς νιν,οὐ γυμνὸν τὸ φίλαμα, τὺ δʼ, ὦ ξένε, καὶ πλέον ἑξεῖς.ἔστι δʼ ὁ παῖς περίσαμος· ἐν εἴκοσι πᾶσι μάθοις νιν.χρῶτα μὲν οὐ λευκός, πυρὶ δʼ εἴκελος· ὄμματα δʼ αὐτοῦδριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνάἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος· ἠπεροπευτάς,οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει.εὐπλόκαμον τὸ κάρανον ἔχει δʼ ἰταμὸν τὸ πρόσωπον.μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει·βάλλει δʼ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα.γυμνὸς μὲν τό γε σῶμα, νόος δʼ οἱ ἐμπεπύκασται·καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλοτʼ ἐπʼ ἄλλωςἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηταιτόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνοντυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δʼ ἄχρι φορεῖται·καὶ χρύσεον περὶ νῶτα φαρέτριον ἔνδοθι δʼ ἐντὶτοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.πάντα μὲν ἄγρια, πάντα· πολὺ πλέον ἁ δαῒς αὐτῷ