καὶ χρυσὸν φιλέω καὶ δήιον ἄρεα φεύγω.ὦ δείλαιε τὺ Θύρσι, τί τοι πλέον, εἰ καταταξεῖςδάκρυσι διγλήνως ὦπας ὀδυρόμενος;οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετʼ ἐς ᾅδαν·τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος·αἱ δὲ κύνες κλαγγεῦντι. τί τοι πλέον, ἁνίκα τήναςὀστίον οὐδὲ τέφρα λείπετʼ ἀποιχομένας;Λῆς, ποτὶ τᾶν Μοισᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαιἁδὺ τί μοι; κἠγὼ πακτίδʼ ἀειράμενοςἀρξεῦμαί τι κρέκειν· ὁ δὲ βωκόλος ἐγγύθεν ᾀσεῖΔάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.ἐγγὺς δὲ στάντες λασιαύχενος ἔνδοθεν ἄντρουΠᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδʼ ἔγραψα,εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων,υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίννης·μοῦσαν δʼ ὀθνείαν οὔ τινʼ ἐφελκυσάμαν.ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἅδε τράπεζα·θεὶς ἀνελεῦ, ψήφου πρὸς λόγον ἐρχομένης.ἄλλος τις πρόφασιν λεγέτω· τὰ δʼ ὀθνεῖα Κάικοςχρήματα, καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.ἀρχαῖα τὠπόλλωνι τἀναθήματαὑπῆρχεν ἡ βάσις δὲ τοῖς μὲν εἴκοσι,τοῖς δʼ ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα,τοῖς δὲ διηκοσίοισι νεωτέρη ἥδʼ ἐνιαυτοῖς·τοσσόσδʼ ἀριθμὸς ˘ ἐξέβη μετρούμενος. .τήναν τὰν λαύραν, ὅθι ταὶ δρύες, αἰπόλε, κάμψας,σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,τρισκελές, αὐτόφλοιον, ἀνούατον· ἀλλὰ φάλητιπαιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.ἕρκος δʼ εὐίερον περιδέδρομεν ἀέναον δὲῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάειδάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ,ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικιἄμπελος· εἰαρινοὶ δὲ λίγγυφθόγγοισιν ἀοιδαῖςκόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη·ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσαιμέλπουσι στόμασιν τὰν μελίγηρυν ὄπα.ἕζεο δὴ τηνεὶ, καὶ τῷ χαρίεντι Πριάπῳεὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,