ποῦ δὲ σαωτῆρες τότε δαίμονες ἔτραπον ὄμμα;αἰαῖ τὴν Ἰάδων πολλὸν ἀοιδοτάτην.κεῖνα δὲ κύμασι πάντα κυλινδομένοισιν ὁμοῖαεἰς ἅλα σὺν ποταμοῖς ἔδραμε πεπταμένοις.ἅδʼ ἐγὼ ἁ τλάμων ἄπολις πόλις, ἄμμιγα νεκροῖςἐνναέταις κεῖμαι, ἆ, παναποτμοτάτα.Ἥφαιστός μʼ ἐδάμασσε μετὰ κλόνον Ἐννοσιγαίου.φεῦ, ἀπὸ τοσσατίου κάλλεός εἰμι κόνις.ἀλλὰ παραστείχοντες ἐμὰν στοναχήσατε μοῖρανσπείσατε Βηρυτῷ δάκρυ καταφθιμένᾳ.ποῦ τελέθει Κύπρις πολιήοχος, ὄφρα νοήσῃἔνδιον εἰδώλων τὴν πρὶν ἕδος Χαρίτων;τύμβος ἀταρχύτων μερόπων πόλις, ἧς ὑπὸ τέφρηναἱ Βερόης πολλαὶ κείμεθα χιλιάδες.γράψαθʼ ἑνὸς καθύπερθε λίθου, φίλα λείψανα φωτῶν·Βηρυτὸς γοερὴ κεῖται ὑπὲρ δαπέδων.Ναυτίλε, μὴ στήσῃς δρόμον ὁλκάδος εἵνεκʼ ἐμεῖο·λαίφεα μὴ λύσῃς· χέρσον ὁρᾷς λιμένα.τύμβος ὅλη γενόμην ἕτερον δʼ ἐς ἀπενθέα χῶρονδουπήσεις κώπη νηὸς ἐπερχομένης.τοῦτο Ποσειδάωνι φίλον, ξενίοις τε θεοῖσινχαίρεθʼ ἁλιπλανέες, χαίρεθʼ ὁδοιπλανέες.σοί με, Θρηϊκίης σκυληφόρε, Θεσσαλονίκημήτηρ ἡ πάσης πέμψε Μακηδονίης.ἀείδω δʼ ὑπὸ σοὶ δεδμημένον Ἄρεα Βεσσῶν,ὅσσ’ ἐδάην πολέμου πάντʼ ἀναλεξάμενος.ἀλλά μοι ὡς θεὸς ἔσσο κατήκοος, εὐχομένου δὲκλῦθι. τίς ἐς Μούσας οὔατος ἀσχολίη;τὸν σκοπὸν Εὐβοίης ἁλικύμονος ᾖσεν ἈριστὼΝαύπλιον ἐκ μολπῆς δʼ ὁ θρασὺς ἐφλεγόμην.ὁ ψεύστης δʼ ὑπὸ νύκτα Καφηρείης ἀπὸ πέτρηςπυρσὸς ἐμὴν μετέβη δυσμόρον ἐς κραδίην.τῆς ὄιος γενεὴ μὲν Ἀγαρρική, † ἐντὸς Ἀράξεωὕδωρ πιλοφόροις πίνεται Ἀρμενίοις·χαῖται δʼ, οὐ μήλοις ἅτε που μαλακοὶ ἔπι μαλλοί,ψεδναὶ δʼ, ἀγροτέρων τρηχύτεραι χιμάρων.νηδὺς δὲ τριτοκεῖ ἀνὰ πᾶν ἔτος, ἐκ δὲ γάλακτοςθηλὴ ἀεὶ μαστοῦ πλήθεται οὐθατίου·βληχὴ δʼ ἀσσοτάτω τερένης μυκήματι μόσχου·ἄλλα γὰρ ἀλλοῖαι πάντα φέρουσι γέαι.