Δηὼ γὰρ Νύμφαισι χερῶν ἐπετείλατο μόχθους·αἱ δὲ κατʼ ἀκροτάτην ἁλλόμεναι τροχιήν,ἄξονα δινεύουσιν ὁ δʼ ἀκτίνεσσιν ἑλικταῖςστρωφᾷ Νισυρίων κοῖλα βάρη μυλάκων.γευόμεθʼ ἀρχαίου βιότου πάλιν, εἰ δίχα μόχθουδαίνυσθαι Δηοῦς ἔργα διδασκόμεθα.κἢν μυχὸν Ἑρκυναῖον, ἢ ἐς πύματον Σολόενταἔλθῃ καὶ Λιβυκῶν κράσπεδον ἙσπερίδωνΚαῖσαρ ὁ πουλυσέβαστος, ἅμα κλέος εἶσιν ἐκείνῳπάντῃ. Πυρήνης ὕδατα μαρτύρια·οἷσι γὰρ οὐδὲ πέριξ δρυτόμοι ἀπεφαιδρύναντο,λουτρὰ καὶ ἠπείρων ἔσσεται ἀμφοτέρων.μὴ κλαίων τὸν Ἔρωτα δόκει, Τηλέμβροτε, πείσειν,μηδʼ ὀλίγῳ παύσειν ὕδατι πῦρ ἀτενές.χρυσὸς Ἔρωτος ἀεὶ παιώνιος· ἐσβέσθη δὲοὐδὲ τότʼ ἐν πολλῷ τικτόμενος πελάγει.νῆσοι ἐρημαῖαι, τρύφεα χθονός, ἃς κελαδεινὸςζωστὴρ Αἰγαίου κύματος ἐντὸς ἔχει,Σίφνον ἐμιμήσασθε καὶ αὐχμηρὴν Φολέγανδρον,τλήμονες, ἀρχαίην δʼ ὠλέσατʼ ἀγλαΐην.ἦ ῥʼ ὑμᾶς ἐδίδαξεν ἕνα τρόπον ἥ ποτε λευκὴδῆλος, ἐρημαίου δαίμονος ἀρξαμένη.πρὸς παίδων εἶπεν “γουνάζομαι, ἤν με θανοῦσανστείλῃς, μὴ σπεῖσαι δεύτερα φίλτρα γάμου.”εἶπεν ὁ δʼ εἰς ἑτέρην ἐσπούδασεν. ἀλλὰ ΦίλινναΔιογένην λήθης τίσατο καὶ φθιμένη·νυκτὶ γὰρ ἐν πρώτῃ θάλαμον σχάσε μῆνις ἄφυκτος,ὡς μὴ λέκτρον ἰδεῖν δεύτερον ἠέλιον.Σάρδιες αἱ τὸ πάλαι Γύγου πόλις, αἳ τʼ ἈλυάττουΣάρδιες, αἱ βασιλεῖ Περσὶς ἐν Ἀσιάδι,αἳ χρυσῷ τὸ παλαιὸν ἐπλινθώσασθε μέλαθρον,ὄλβον Πακτωλοῦ ῥεύματι δεξάμεναι·νῦν δὴ ὅλαι δύστηνοι ἐς ἓν κακὸν ἁρπασθεῖσαι,ἐς βυθὸν ἐξ ἀχανοῦς χάσματος ἠρίπετε,Βοῦρα καὶ εἰς Ἑλίκην ˘ κεκλυσμέναι· αἱ δʼ ἐνὶ χέρσῳΣάρδιες ἐμβυθίαις εἰς ἓν ἔκεισθε τέλος.ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαινυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε;οὐ Λιβύης, Ἐφέσου δὲ τὰ μυρία κεῖνα ταλαίνηςαὔλια καὶ μακάρων ἐξ ἐτέων κτέανα,