εἰς ἔδαφος τέχνης κείμεθʼ ὑπʼ ἀργυρέης.ἤδη καὶ ῥόδον ἐστί, καὶ ἀκμάζων ἐρέβινθος,καὶ καυλοὶ κράμβης, Σωσύλε, πρωτοτόμου,καὶ μαίνη ʽʼσαλαγεῦσα, καὶ ἀρτιπαγὴς ἁλίτυρος,καὶ θριδάκων οὔλων ἁβροφυῆ πέταλα.ἡμεῖς δʼ οὔτʼ ἀκτῆς ἐπιβαίνομεν, οὔτʼ ἐν ἀπόψειγινόμεθʼ, ὡς αἰεί, Σωσύλε, τὸ πρότερον;καὶ μὴν Ἀντιγένης καὶ Βάκχιος ἐχθὲς ἔπαιζον·νῦν δʼ αὐτοὺς θάψαι σήμερον ἐκφέρομεν.ἡ τερεβινθώδης ὀλιγάμπελος οἷά τε βαιὴνησίς, ἀλλʼ ὁμαλὴ πᾶσα καὶ ἀστύφελος·αἱ δʼ ἀγχοῦ, μεγάλαι τε καὶ εὐρέες, ἀλλʼ ἐπὶ πουλὺτρηχεῖαι· μεγέθει τοῦτο περισσότεραι.καρποῖς, οὐ σταδίοισιν ἐρίζομεν οὐδὲ γὰρ αὖλαξΑἰγύπτου Λιβύης ψάμμου ἐπιστρέφεται.ἡ παλίουρος ἐγώ, τρηχὺ ξύλον, οὖρος ἐν ἕρκει·τίς μʼ ἄφορον λέξει, τὴν φορίμων φύλακα;ἤμην καὶ προπάροιθε συνέμπορος ἀνέρι κέρδους,ἡνίκα δημοτέρην Κύπριν ἐναυτολόγει·κεῖθεν καὶ συνέπηξεν ἐμὴν τρόπιν, ὄφρα με λεύσσῃΚύπρις, τὴν ἀπὸ γῆς εἰν ἁλὶ ῥεμβομένην.ἔστιν ἑταίρειος μὲν ἐμοὶ στόλος, εἰσὶ δὲ λεπτὰκάρπασα, καὶ λεπτὸν φῦκος ὑπὲρ σανίδων.ναυτίλοι, ἀλλʼ ἄγε πάντες ἐμῆς ἐπιβαίνετε πρύμνηςθαρραλέως· πολλοὺς οἶδα φέρειν ἐρέτας.ἡ ναῦς ἀπʼ ἔργων Κύπριδος γομφουμένη,πρὸς τὸν γενάρχην πόντον ἤλυθον θεοῦ·ἀνὴρ γὰρ ὥρης μʼ ἔμπορος τεκτήνατο,καλέσας Ἑταίρην εἰμὶ γὰρ πᾶσιν φίλη.ἔμβαινε θαρρῶν μισθὸν οὐκ αἰτῶ βαρύν.ἐλθόντα δέχομαι πάντα· βαστάζω ξένονἀστὸν τʼ· ἐπὶ γαίης κἠν βυθῷ μʼ ἐρέσσετε.θηρευτὴν Λάμπωνα Μίδου κύνα δίψα κατέκτα,καίπερ ὑπὲρ ψυχῆς πολλὰ πονησάμενον.ποσσὶ γὰρ ὤρυσσεν νοτερὸν πέδον, ἀλλὰ τὸ νωθὲςπίδακος ἐκ τυφλῆς οὐκ ἐτάχυνεν ὕδωρ·πῖπτε δʼ ἀπαυδήσας· ἡ δʼ ἔβλυσεν. ἦ ἄρα, Νύμφαι,Λάμπωνι κταμένων μῆνιν ἔθεσθʼ ἐλάφων.ἴσχετε χεῖρα μυλαῖον, ἀλετρίδες· εὕδετε μακρά,κἢν ὄρθρον προλέγῃ γῆρυς ἀλεκτρυόνων·