αἰθερίου πτηναὶ νέκταρος ἐργάτιδες.Ἀδρήστειά σε δῖα, καὶ ἰχναίη σε φυλάσσοιπαρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις.δείδια σόν τε φυῆς ἐρατὸν τύπον, ἠδὲ σά, κοῦρε,δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης,καὶ σοφίην, καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα,Δροῦσε, πέλειν μακάρων πευθόμεθʼ ἀθανάτων.ἀργυρέη κρηνίς με, τὸν οὐκέτι μακρὰ βοῶνταβάτραχον, οἰνηραῖς ἔσχεν ὑπὸ σταγόσινκεῖμαι δʼ ἐν Νύμφαις, κείναις φίλος, οὐδὲ Λυαίῳἐχθρός, ὑπʼ ἀμφοτέρων λουόμενος σταγόσιν.ὀψὲ ποτʼ εἰς Διόνυσον ἐκώμασα. φεῦ τίνες ὕδωρπίνουσιν, μανίην σώφρονα μαινόμενοι.Δμώιον Ἱπποκράτευς ἔθανε βρέφος, ἐς πλατὺ πόντουχεῖλος γειτοσύνης ἑρπύσαν ἐκ καλύβης,πλεῖον ἐπεὶ μαζῶν ἔπιεν ποτόν. ἔρρε θάλασσαἣ βρέφος ὡς μήτηρ ψεύσαο δεξαμένη.εἴθε με παντοίοισιν ἔτι πλάζεσθαι ἀήταιςἢ Λητοῖ στῆναι μαῖαν ἀλωομένῃ·οὐκ ἂν χητοσύνην τόσον ἔστενον. οἱ ἐμὲ δειλήν,ὅσσαις Ἑλλήνων νηυσὶ παραπλέομαι,δῆλος ἐρημαίη, τὸ πάλαι σέβας. ὀψέ πη ἭρηΛητοῦς, ἀλλʼ οἰκτρὴν τήνδʼ ἐπέθηκε δίκην.εἴ τινα μὴ τέρπει λωτοῦ † χέλυς,˘ ἢ γλυκὺς ἦχοςψαλμῶν, ἢ τριγέρων νεκτάρεος Βρόμιος,ἢ πεῦκαι, κῶμοι,˘ στέφανοι, μύρα, λιτὰ δὲ δειπνῶνλαθροπόδας τρώκταις χερσὶ τίθησι τόκους,οὗτος ἐμοὶ τέθνηκε † περὶ μνῆστιν δὲ παρέρπωνεκρόν, ἐς ἀλλοτρίους φειδόμενον φάρυγας·Σμίνθος, ὁ παντοίης δαιτὸς λίχνος, οὐδὲ μυάγρηςδειλός, ὁ κἀκ θανάτου κέρδεα λῃζόμενος,νευρολάλον Φοίβου χορδὴν θρίσεν ἡ δʼ ἐπὶ πῆχυνἑλκομένη θηρὸς λαιμὸν ἀπεβρόχισεν.τόξων εὐστοχίην θαυμάζομεν ὃς δὲ κατʼ ἐχθρῶνἤδη καὶ κιθάρην εὔστοχον ὅπλον ἔχει.Ἤλλακτʼ ἐξαπίνης Κορνήλιος, οὐδʼ ἔτι λιτῷτέρπεται ἡμετέρῳ μουσοχαρεῖ βιότῳ·κούφης δʼ αἰωρεῖται ἀπʼ ἐλπίδος· οὐκέτι δʼ ἡμεῖςοἱ πάρος, ἀλλʼ ἑτέρης ἐλπίδος ἐκκρέμαται.εἴκωμεν, ψυχή· πεπαλαίσμεθα, μηδὲ βιάζου·