καὶ τὰν μὲν πανάφυκτος ἕλε βρόχος· ὠκὺ δʼ ἀπέπταἐξ ὀρνιθοπέδας ᾠδὸς ἐρημοφίλας.ἦ τάχα που τριμάκαιρα φιλαγρέτις ὄρνιν ἀοιδὸνἌρτεμις εὐμόλπῳ λῦσεν ἄνακτι λύρης.φεῦγε Λάκων ποτὲ δῆριν ὑπαντιάσασα δὲ μήτηρεἶπε, κατὰ στέρνων ἆορ ἀνασχομένη·“ ζώων μὲν σέο μητρὶ διαμπερὲς αἶσχος ἀνάπτεις,καὶ κρατερῆς Σπάρτης πάτρια θεσμὰ λύεις·ἢν δὲ θάνῃς παλάμῃσιν ἐμαῖς, μήτηρ μὲν ἀκούσωδύσμορος, ἀλλʼ ἐν ἐμῇ πατρίδι σῳζομένη.”ὁλκὰς ὕδωρ προφυγοῦσα πολυφλοίσβοιο θαλάσσηςἐν χθονὸς ἀγκοίναις ὤλετο μητριάσιν.ἱσταμένην γὰρ πυρσὸς ἐπέφλεγε· καιομένη δὲδυσμενέων ὑδάτων συμμαχίην ἐκάλει.ἠέλιον νίκησε τεὸς νόος ἡδὺ φαείνων,αἰὲν ἀπαστράπτων βροτοφεγγέα πάνσοφον αἴγλην,ἡδυφαῆ, χαρίεσσαν, ἀπαστράπτουσαν ἀλύπως.ὅταν βλέπω σε, προσκυνῶ, καὶ τοὺς λόγους,τῆς παρθένου τὸν οἶκον ἀστρῷον βλέπωνεἰς οὐρανὸν γάρ ἐστί σου τὰ πράγματα,Ὑπατία σεμνή, τῶν λόγων εὐμορφία,ἄχραντον ἄστρον τῆς σοφῆς παιδεύσεως.ἡ φύσις ἐξεῦρεν, φιλίης θεσμοὺς ἀγαπῶσα,τῶν ἀποδημούντων ὄργανα συντυχίης,τὸν κάλαμον, χάρτην, τὸ μέλαν, τὰ χαράγματα, χειρός,σύμβολα τῆς ψυχῆς τηλόθεν ἀχνυμένης.τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου.αὐτὸς ἄναξ ἔμβαινε θοῷ πηδήματι, ληνοῦλακτιστής, ἔργου δʼ ἡγέο νυκτερίου,λεύκωσαι πόδα γαῦρον, ἐπίρρωσαι δὲ χορείηνλάτριν, ὑπὲρ κούφων ζωσάμενος γονάτωνεὔγλωσσον δʼ ὀχέτευε κενούς, μάκαρ, ἐς πιθεῶναςοἶνον ἐπὶ ψαιστοῖς καὶ λασίᾐ χιμάρῳ,ἆ καλὸν αὐτοπόνητον ἐν αἰθέρι ῥεῦμα μελισσῶν,κἄπλαστοι χειρῶν αὐτοπαγεῖς θαλάμαι,προίκιος ἀνθρώπων βιότῳ χάρις, οὐχὶ μακέλλας,οὐ βοός, οὐ γαμψῶν δευομένα δρεπάνων,γαυλοῦ δὲ σμικροῖο, τόθι γλυκὺ νᾶμα μέλισσαπηγάζει σκήνευς δαψιλὲς ἐξ ὀλίγου.χαίροιτʼ εὐαγέες, καὶ ἐν ἄνθεσι ποιμαίνεσθε,