ἁ Κύπρις Μούσαισι· “ κοράσια, τὰν Ἀφροδίταντιμᾶτʼ, ἢ τὸν Ἔρων ὔμμιν ἐφοπλίσομαι.”χαἰ Μοῦσαι ποτὶ Κύπριν “Ἄρει τὰ στωμύλα ταῦτα·ἡμῖν δʼ οὐ πέτεται τοῦτο τὸ παιδάριον.”οὐ μόνον ὑσμίνῃσι καὶ ἐν στονόεντι κυδοιμῷῥύομʼ ἀρειτόλμου θυμὸν Ἀναξιμένους,ἀλλὰ καὶ ἐκ πόντου, ὁπότʼ ἔσχισε νῆα θάλασσα,ἀσπίς, ἐφʼ ἡμετέρης νηξάμενον σανίδος.εἰμὶ δὲ κἠν πελάγει καὶ ἐπὶ χθονὸς ἐλπὶς ἐκείνῳ,τὸν θρασὺν ἐκ διπλῶν ῥυσαμένη θανάτων.ἡ πάρος ἀντιπάλων ἐπιήρανος ἀσπὶς ἀκόντων,ἡ φόνιον στυγνοῦ κῦμα φέρουσα, μόθου,ἄγριον οὐδʼ ὅτε πόντος ἐπὶ κλόνον ἤλασε φωτί,καὶ πικρὴ ναυτέων ἔπλεθʼ ἁλιφθορίη,συζυγίης ἀμέλησα· καλὸν δέ σε φόρτον ἄγουσα,ναὶ φίλος, εὐκταίων ἄχρις ἔβην λιμένων.εἰν ἑνὶ κινδύνους ἔφυγον δύο Μυρτίλος ὅπλῳ,τὸν μέν, ἀριστεύσας· τὸν δʼ, ἐπινηξάμενος,ἀργέστης ὅτʼ ἔδυσε νεὼς τρόπιν ἀσπίδα δʼ ἔσχονσωθεὶς κεκριμένην κύματι καὶ πολέμῳ.ἀρκεῖ μοι χλαίνης λιτὸν σκέπας, οὐδὲ τραπέζαιςδουλεύσω, Μουσέων ἄνθεα βοσκόμενος.μισῶ πλοῦτον ἄνουν, κολάκων τροφόν, οὐδὲ παρʼ ὀφρὺνστήσομαι οἶδʼ ὀλίγης δαιτὸς ἐλευθερίην.χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον αὐτὰρ ὁ χρυσὸνὃν λίπεν οὐχ; εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.χρυσὸν ἀνὴρ ὁ μὲν εὗρεν, ὁ δʼ ὤλεσεν· ὧν ὁ μὲν εὑρὼνῥῖψεν, ὁ δʼ οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον.πηρὸς ἄπαις, ἢ φέγγος ἰδεῖν ἢ παῖδα τεκέσθαιεὐξαμένη, δοιῆς ἔμμορεν εὐτυχίης·τίκτε γὰρ εὐθὺς ἄελπτα μετʼ οὐ πολύ, καὶ τριποθήτουαὐτῆμαρ γλυκερὸν φέγγος ἐσεῖδε φάους.Ἄρτεμις ἀμφοτέροισιν ἐπήκοος, ἥ τε λοχείηςμαῖα, καὶ ἀργεννῶν φωσφόρος ἡ σελάων.τὸν λύκον ἐξ ἰδίων μαζῶν τρέφω οὐκ ἐθέλουσα,ἀλλὰ μʼ ἀναγκάζει ποιμένος ἀφροσύνη.αὐξηθεὶς δʼ ὑπʼ ἐμοῦ, κατʼ ἐμοῦ πάλι θηρίον ἔσται·ἡ χάρις ἀλλάξαι τὴν φύσιν οὐ δύναται.Ζεὺς κύκνος, ταῦρος, σάτυρος, χρυσὸς διʼ ἔρωταΛήδης, Εὐρώπης, Ἀντιόπης, Δανάης.