Νεῖλος ἀπὸ γλυκερῶν Κύπριν ἀνῆκε βυθῶν;”Ἕκτορ, Ἀρήιον αἷμα, κατὰ χθονὸς εἴ που ἀκούεις,χαῖρε, καὶ ἄμπνευσον βαιὸν ὑπὲρ πατρίδος.Ἴλιον οἰκεῖται κλεινὴ πόλις, ἄνδρας ἔχουσασοῦ μὲν ἀφαυροτέρους, ἀλλʼ ἔτʼ ἀρηιφίχους·Μυρμιδόνες δʼ ἀπόλοντο. παρίστασο, καὶ λέγʼ ἈχιλλεῖΘεσσαλίην κεῖσθαι πᾶσαν ὑπʼ Αἰνεάδαις.πρὸς ταῦτα ὑπέγραψε στρατιώτης· φασὶ δὲ Τραϊανοῦ εἶναι.Θάρσυνοι· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον.εἶτα τοὖ Βασιλέως ἐπαινέσαντος, καὶ γράψαντος “δήλωσὸνμοι τίς εἶ,” ἀντέγραψεν·εἰμὶ μὲν εὐθώρηκος Ἐνυαλίου πολεμιστής·εἰμὶ δὲ καὶ θεράπων Ἑλικωνίου Ἀπόλλωνος,αὐτοῖς ἐν πρώτοισι λελεγμένος ἀσπιδιώταις.παισὶν ἐπὶ προτέροις ἤδη τρίτον ἐν πυρὶ μήτηρθεῖσα, καὶ ἀπλήστῳ δαίμονι μεμφομένη,τέτρατον ἄλγος ἔτικτε, καὶ οὐκ ἀνέμεινεν ἀδήλουςἐλπίδας, ἐν δὲ πυρὶ ζωὸν ἔθηκε βρέφος,οὐ θρέψω λέξασα· “τί γὰρ πλέον; Ἄϊδι μαστοὶκάμνετε· κερδήσω πένθος ἀμοχθότερον.”τὰν ἥβαν ἐς ἄεθλα πάλας ἤσκησε κραταιᾶςἅδε Ποσειδῶνος καὶ Διὸς ἁ γενεά.κεῖται δέ σφιν ἀγὼν οὐ χάλκεος ἀμφὶ λέβητος,ἀλλʼ ὅστις ζωὰν οἴσεται ἢ θάνατον.Ἀνταίου τὸ πτῶμα· πρέπει δʼ Ἡρακλέα νικᾶντὸν Διός. Ἀργείων ἁ πάλα, οὐ Λιβύων.εἴ τις ἀπάγξασθαι μὲν ὀκνεῖ, θανάτου δʼ ἐπιθυμεῖ,ἐξ Ἱερᾶς Πόλεως ψυχρὸν ὕδωρ πιέτω.οὐδεὶς καὶ καθαρὸς καὶ μείλιχος ἤλυθεν ἄρχωνἓν γὰρ ἑνὸς δοκέει δόγματος ἀντίπαλοντὸ γλυκὺ τοῦ κλέπτοντος, ὑπερφιάλου δὲ τὸ ἁγνόν.ὄργανα τῆς ἀρχῆς ταῦτα δύʼ ἐστὶ πάθη.Χρυσέ, πάτερ κολάκων, ὀδύνης καὶ φροντίδος υἱέ,καὶ τὸ ἔχειν σε, φόβος· καὶ μὴ ἔχειν σ’, ὀδύνη.ὡς οὐδὲν γλύκιον ἧς πατρίδος, εἶπεν Ὀδυσσεύς·ἐν γὰρ τοῖς Κίρκης ἔκχυτον οὐκ ἔφαγεν,οὗ μόνον εἰ καὶ καπνὸν ἀποθρῴσκοντʼ ἐνόησεν,εἶπεν ἂν οἰμώζειν καὶ δέκα Πηνελόπαις.ὄρθριος εὐπλέκτοιο λίνου νεφοειδέι κόλπῳἔμπεσε σὺν κίχλῃ κόσσυφος ἡδυβόας.