καὶ ξανθῆς κεράσου βρίθομαι ἀκρεμόσιν.καρκίνον Ἠέλιος μετανίσσεται· ἀστάχυας δὲκαρφαλέους κείρει γειοπόνος δρεπάνῃ.κρίνω ἐγὼ Δηὼ καὶ ἀχυρμιάς· ἐν δὲ Λέοντιἀτρεκέα τελέθει χεύματα Νηιάδων.βρίθω ἐγὼ σταφυλῇ, βρίθω δʼ ἐπὶ πάσῃ ὀπώρῃ·̓·αὖθις δʼ ἰσοπαλὴς γίνεται ἤματι νύξ.τίς δὲ κʼ ἐμεῖο πέλοι γλυκερώτερος, ὃς μέθυ χεύω,ληνῷ ἐπεὶ κατάγω Βάκχον ἀπʼ οἰνοπέδου;εἴ τοι Ἀθηναίης πέλει ἔρνεα, ὥριον ἤδηκαρπὸν ἀποθλίβειν, μνῆστιν ἔχειν καμάτων.παύσασθαι νειοῦ κέλομαι· γλαγόωντι γὰρ ἤδησπέρματι ῥιγεδανὴ πηγυλὶς ἀντιάσει.ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων,βῆτα δʼ ὄνειρον ἔχει, ἀγορήν, καὶ νῆας ἀριθμεῖ.γάμμα δʼ ἄρʼ ἀμφʼ Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις.Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή.εἶ, βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός·ζῆτα δʼ ἄρʼ Ἀνδρομάχης καὶ Ἕκτορός ἐστʼ ὀαριστύς.ἦτα δʼ, Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ.θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος.ἐξεσίη δʼ Ἀχιλῆος ἀπειθέος ἐστὶν Ἰῶτα·κάππα δʼ ἄρʼ ἀμφοτέρων σκοπιαζέμεν ἢλυθον ἄνδρες.λάμβδα δʼ, ἀριστῆας Δαναῶν βάλον Ἕκτορος ἄνδρες.Μῦ Τρώων παλάμῃσι κατήριπε τεῖχος Ἀχαιῶν.νῦ δέ, Ποσειδάων Δαναοῖς κράτος ὤπασε λάθρῃ.Ξῖ, Κρονίδην λεχέεσσι σὺν ὕπνῳ τʼ ἤπαφεν Ἥρη.οὖ, Κρονίδης κεχόλωτο Ποσειδάωνι καὶ Ἥρῃ.πῖ, Πάτροκλον ἔπεφνεν ἀρήιον Ἕκτορος αἰχμή.ῥῶ, Δαναοὶ Τρῶές τε νέκυν πέρι χεῖρας ἔμισγον.σῖγμα, Θέτις Ἀχιλῆι παρʼ Ἡφαίστου φέρεν ὅπλα·ταῦ δʼ, ἀπέληγε χόλοιο, καὶ ἔκθορε δῖος Ἀχιλλεύς.ὗ, μακάρων ἔρις ὦρτο, φέρει δʼ ἐπὶ κάρτος Ἀχαιοῖς.φῖ, κρατερῶς κατὰ χεύματʼ ἐδάμνατο Τρῶας Ἀχιλλεύς.Χῖ δʼ ἄρα, τρὶς περὶ τεῖχος ἄγων κτάνεν Ἕκτορʼ Ἀχιλλεύς·Ψῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς.ὦ, Πριάμῳ νέκυν υἷα λαβὼν γέρα δῶκεν Ἀχιλλεύς.ἁ Κύπρις πρῴαν γυμνὰν σ’ ἐβόασεν ἰδοῦσα·“ φεῦ, φεῦ, πῶς σταγόνων ἔκτοθεν Οὐρανίων,ζαλώσας ὠδῖνα Θαλάσσας, ὁ θρασὺς ἄλλαν