νηχόμενος — καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπεράασκενύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι·ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο.ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκγεγάασι,παρθένος ἠίθεὸς τʼ ὀαρίζετον ἀλλήλοισιν,εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας,οἳ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην.ὦ φίλοι, ἥρωες Δαναοί, θεράποντες Ἄρηος,ψεύσομαι, ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.ἀγροῦ ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,ναίει ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα,ἢ θεός, ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.εἰ δὲ φθεγξαμένου του ἢ αὐδήσαντος ἀκούσῃ,αὖτις ἀριζήλως εἰρημένα μυθολογεύει.ἀλλὰ τίη τοι ταῦτα διεξέρχεσθαι ἕκαστα;τὴν δʼ οὔτʼ ἀθρῆσαι δύναμʼ ἀντίον, οὔτε νοῆσαι.ὁπποῖὸν κʼ εἴπῃσθα ἔπος, τοῖὸν κʼ ἐπακούσαις.πρῶτος Θὼθ ἐδάη δρεπάνην ἐπὶ βότρυν ἐγείρειν.ἰχθυβόλοισι Φαωφὶ φέρει πανδήμιον ἄγρην.πληιάδων φαίνουσαν Ἀθὺρ τεκμαίρεται ὥρην.Χοιὰκ σπειρομένων σταχύων δείκνυσι γενέθλην.Τυβὶ δὲ πορφύρεον βουληφόρον εἷμα τιταίνει.σημαίνει πλωτῆρσι Μεχεὶρ πλόον ἀμφιπολεύειν.Ἄρεος ὅπλα φέρειν Φαμενὼθ δείκνυσι μαχηταῖς.εἰαρινῶν Φαρμουθὶ ῥόδων πρωτάγγελός ἐστι·λήια δʼ αὐανθέντα Παχὼν δρεπάνῃσι φυλάσσει·εὐκάρπου δὲ Παϋνὶ προάγγελός ἐστιν ὀπώρης·καὶ σταφυλὴν κατέχων εὐάμπελός ἐστιν Ἐπηφί·.καὶ Μεσορὶ Νείλοιο φέρει φυσίζοον ὕδωρ.ἐξ ἐμέθεν λυκάβαντος ὑπηελίοιο θύρετρα,Αὐσονίης θʼ ˘ ὕψος δέρκεται Ἠέλιος.αὐτὰρ ἐγὼ θαμινῇσι γύην νιφάδεσσι διαίνω,τεύχων εἰαρινῆς ἔγκυον ἀγλαΐης.ἄρχετʼ Ἄρης ἀπʼ ἐμεῖο, καὶ ἄνθεα καὶ γλάγος ἡδύ·ἴση δʼ εἰκοστῷ ἤματι νὺξ τελέθει.ἐντύνοι τημόσδε φυτοσκάφος, ἔρνεα τάμνων,ῥίζᾐ ἐπʼ ἀγροτέρῃ ἥμερον ἀκρεμόνα.οἴγεται ἄρτι θάλασσα· ἐφοπλίζοιτε δὲ νῆας·ὥριον ἀκλύστων ἐκτὸς ἄγειν λιμένων.μεσσάτιος ῥόδου εἰμὶ καὶ ἀργεννοῖο κρίνοιο,