ἤλυθεν, ἢ γοεροῦ κάδεος ἔσχε λύσιν.τίπτε με τὴν ἀνέμοισιν ἁλώσιμον, ἠλεὲ τέκτον,τήνδε πίτυν τεύχεις νῆα θαλασσοπόρον,οὐδʼ οἰωνὸν ἔδεισας; ὅ τοι Βορέης μʼ ἐδίωξενἐν χθονί· πῶς ἀνέμους φεύξομαι ἐν πελάγει;Τάνταλος οὐδὲν ἔτρωγε· τινασσομένων γὰρ ὕπερθενκαρπὸς ὑπὲρ κεφαλῆς αὐτὸν ἔφευγε φυτῶν,καὶ διὰ· τοῦτο τροφῆς κεχρημένος ἧττον ἐδίψα·εἰ δὲ καὶ ἔτρωγεν σῦκα πεπαινόμενα,καὶ βραβύλους καὶ μῆλα, τί τηλίκον ἀνδράσι νεκροῖςδίψος ἀπὸ χλωρῶν γίνεται ἀκροδρύων;ἡμεῖς δʼ ἐσθίομεν κεκλημένοι ἁλμυρὰ πάντα,χέννια, καὶ τυρούς, χηνὸς ἁλιστὰ λίπη,ὄρνια καὶ μόσχεια· μίαν δʼ ἐπιπίνομεν αὐτοῖς.πάσχομεν οὐκοῦν σεῦ, Τάνταλε, πικρότερα.ἀνδροφόνῳ σαθρὸν παρὰ τειχίον ὑπνώοντινυκτὸς ἐπιστῆναι φασὶ Σάραπιν ὄναρ,καὶ χρησμῳδῆσαι· “ κατακείμενος οὗτος, ἀνίστω,καὶ κοιμῶ μεταβάς, ὦ τάλας, ἀλλαχόθι.”ὃς δὲ διυπνισθεὶς μετέβη. τὸ δὲ σαθρὸν ἐκεῖνοτειχίον ἐξαίφνης εὐθὺς ἔκειτο χαμαί.σῶστρα δʼ ἕωθεν ἔθυε θεοῖς χαίρων ὁ κακοῦργος,ἥδεσθαι νομίσας τὸν θεὸν ἀνδροφόνοις.ἀλλʼ ὁ Σάραπις ἔχρησε πάλιν, διὰ νυκτὸς ἐπιστάς·“ κήδεσθαί με δοκεῖς, ἄθλιε, τῶν ἀδίκων;εἰ μὴ νῦν σε μεθῆκα θανεῖν, θάνατον μὲν ἄλυποννῦν ἔφυγες, σταυρῷ δʼ ἴσθι φυλαττόμενος.”φασὶ παροιμιακῶς· κἂν ὗς δάκοι ἄνδρα πονηρὸνἀλλὰτόδʼ οὐχ οὕτω φημὶ προσῆκε λέγεινἀλλὰ “ δάκοι κἂν ὗς ἀγαθοὺς καὶ ἀπράγμονας ἄνδρας,τὸν δὲ κακὸν δεδιὼς δήξεται οὐδὲ δράκων.”εἰ κύκνῳ δύναται κόρυδος παραπλήσιον ᾅδειντολμῷεν δʼ ἐρίσαι σκῶπες ἀηδονίσιν,εἰ κόκκυξ τέττιγος ἐρεῖ λιγυρώτερος εἶναι,ἶσα ποεῖν καὶ ἐγὼ Παλλαδίῳ δύναμαι.ἀκτῇ ἐπὶ προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,παρθένος αἰδοίη ὑπερώιον εἰσαναβᾶσαπύργῳ ἐφειστήκει γοόωσά τε μυρομένη τε·χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει,κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι