δορκάδα τὸν δʼ ἀπὸ γῆς εἰν ἁλὶ πλῆσα μόρον.ἐξ ὕλης πόντῳ γὰρ ἐνέδραμον εἶτά με πλεκταὶἕλξαν ἐπʼ αἰγιαλοὺς δικτυβόλων παγίδες.ἤλιτον ἡ χέρσοιο μάτην φυγάς· οὐδʼ ἀδίκως μεεἷλε σαγηνευτὴς τἀμὰ λιποῦσαν ὄρη.οὔποτʼ ἄγρης, ἁλιῆες, ἔτʼ ἄστοχον οἴσετε χεῖρα,χέρσῳ καὶ πελάγει κοινὰ πλέκοντες ὕφη.δίκτυον ἐκθρώσκοντα πολύπλοκον ἄρτι λαγωὸνσεῦε κύων θερμοῖς ἴχνεσιν ὠκυπόδην.τρηχὺν ὁ δʼ ἐκνεύσας ταχινῶς πάγον, ἐς βαθὺ πόντουἥλατʼ ἀλυσκάζων κῦμα παρακτίδιον.εἰνάλιος τὸν δʼ αἶψα κύων βρυχηδὸν ὀδοῦσινμάρψε. κυσὶν τλήμων ἦν ἄρʼ·ʼ ὀφειλόμενος.λεπτὸν ὑφηναμένα ῥαδινοῖς ὑπὸ ποσσὶν ἀράχνατέττιγα σκολιαῖς ἔνδετον εἶχε πάγαις.ἀλλʼ οὐ μὰν λεπταῖσιν ἐπαιάζοντα ποδίστραιςτὸν φιλαοιδὸν ἰδὼν παῖδα παρετρόχασα·λύσας δʼ ἐκ βροχίδων ἀπεκούφισα, καὶ τόδʼ ἔλεξα·σῴζου μουσείῳ φθεγγόμενος κελάδᾠ .τίπτε με τὸν φιλέρημον ἀναιδέϊ ποιμένες ἄγρῃ;τέττιγα δροσερῶν ἕλκετʼ ἀπʼ ἀκρεμόνων,τὴν Νυμφῶν παροδῖτιν ἀηδόνα, κἤματι μέσσῳοὔρεσι καὶ σκιεραῖς ξουθὰ λαλεῦντα νάπαις;ἠνίδε καὶ κίχλην καὶ κόσσυφον, ἠνίδε τόσσουςψᾶρας, ἀρουραίης ἅρπαγας εὐπορίης·καρπῶν δηλητῆρας ἑλεῖν θέμις· ὄλλυτʼ ἐκείνους·φύλλων καὶ χλοερῆς τίς φθόνος ἐστὶ δρόσου;ἀέναον Καθαρήν με παρερχομένοισιν ὁδίταιςπηγὴν ἀμβλύζει γειτονέουσα νάπη·πάντῃ δʼ εὖ πλατάνοισι καὶ ἡμεροθηλέσι δάφναιςἔστεμμαι, σκιερὴν ψυχομένη κλισίηντοὔνεκα μή με θέρευς παραμείβεο· δίψαν ἀλαλκὼνἄμπαυσον παρʼ ἐμοὶ καὶ κόπον ἡσυχίῃ.τίς ποτʼ ἀκηδέστως οἰνοτρόφον ὄμφακα Βάκχουἀνήρ ἀμπελίνου κλήματος ἐξέταμεν,χείλεα δὲ στυφθεὶς ἀπό μιν βάλεν, ὡς ἂν ὁδίταιςεἴη νισσομένοις ἡμιδακὲς σκύβαλον;εἴη οἱ Διόνυσος ἀνάρσιος, οἷα Λυκοῦργοςὅττι % μιν αὐξομέναν ἔσβεσεν εὐφροσύναν.τοῦδε γὰρ ἂν τάχα τις διὰ πώματος ἢ πρὸς ἀοιδὰς