χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης,ἄγριοι, οὐδʼ ἀνέμοισιν ὑφʼ ἡμετέροις δονέονται·ἀλλʼ ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτηςνέρθεν ἐϋτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει·καί τις ἀνὴρ ἀγέρωχος ἔχων θοὰ δάκτυλα χειρῶν,ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶνοἱ δʼ ἁπαλὸν σκιρτῶντες ἀποθλίβουσιν ἀοιδήν.ἑπτὰ σοφῶν ἐρέω κατʼ ἔπος πόλιν, οὔνομα, φωνήν.μέτρον μὲν Κλεόβουλος ὁ Λίνδιος εἶπεν ἄριστονΧίλων δʼ ἐν κοίλῃ Λακεδαίμονι, γνῶθι σεαυτόν.ὃς δὲ Κόρινθον ἔναιε Χόλου κρατέειν Περίανδρος.Πιττακός, οὐδὲν ἄγαν, ὃς ἔην γένος ἐκ Μυτιλήνης.τέρμα δʼ ὁρᾶν βιότοιο, Σόλων ἱεραῖς ἐν Ἀθήναις.τοὺς πλέονας κακίους δὲ Βίας ἀπέφηνε Πριηνεύς,ἐγγύην φεύγειν δὲ Θαλῆς Μιλήσιος ηὔδα.τὸν πατρικὸν πλοῦτον νέος ὢν Θήρων ὁ Μενίππουαἰσχρῶς εἰς ἀκρατεῖς ἐξέχεεν δαπάνας·ἀλλά μιν Εὐκτήμων, πατρικὸς φίλος, ὡς ἐνόησενἤδη καρφαλέῃ τειρόμενον πενίῃ,καί μιν δακρυχέων ἀνελάμβανε, καὶ πόσιν αὐτὸνθῆκε θυγατρὸς ἑῆς, πόλλʼ ἐπὶ μείλια δούς.αὐτάρ ἐπεὶ Θήρωνα περὶ φρένας ἤλυθε πλοῦτος,αὐτίκα ταῖς αὐταῖς ἐτρέφετʼ ἐν δαπάναις,γαστρὶ χαριζόμενος πᾶσαν χάριν οὐ κατὰ κόσμον,τῇ θʼ ὑπὸ τὴν μιαρὰν γαστέρα μαργοσύνῃ.οὕτως μὲν Θήρωνα τὸ δεύτερον ἀμφεκάλυψενοὐλομένης πενίης κῦμα παλιρρόθιον.Εὐκτήμων δʼ ἐδάκρυσε τὸ δεύτερον, οὐκέτι κεῖνον,ἀλλὰ θυγατρὸς ἑῆς προῖκά τε καὶ θάλαμον.ἔγνω δʼ ὡς οὐκ ἔστι κακῶς κεχρημένον ἄνδρατοῖς ἰδίοις εἶναι πιστὸν ἐν ἀλλοτρίοις.τίς πόθεν εἶς Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον,οὔ σ’ ἐπιγιγνώσκω· τὸν Διὸς οἶδα μόνον.κεῖνος νέκταρ ὄδωδε· σὺ δὲ τράγου. ἦ ῥά σε Κελτοὶτῇ πενίᾐ βοτρύων τεῦξαν ἀπʼ ἀσταχύων.τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον,πυρογενῆ μᾶλλον καὶ Βρόμον, οὐ Βρόμιον·πάγκαλὸν ἐστʼ ἐπίγραμμα τὸ δίστιχον ἢν δὲ παρέλθῃςτοὺς τρεῖς, ῥαψῳδεῖς, κοὐκ ἐπίγραμμα λέγεις.οὐ κύνες, οὐ στάλικές με κατήνυσαν, οὐχὶ κυνηγοὶ