πολλάκι δʼ εὐναίων ὀάρων βεβιημένος ὁρμῇ,αὐτὴν ἐς φιλότητα χυτῆς ἀλόχοιο περήσας,ἑστήκεις ἄχραντον ὁρῶν Ἀρεθούσιον ὕδωρ·ἡ δέ σε παπταίνουσα Πελωριάδος κατὰ πέτρηςδάκρυσι κυμαίνοντα, κατοικτείρουσα καὶ αὐτὴεὐειδὴς Ἀρέθουσα φίλους ἀνεκόπτετο μαζούς,καὶ δρόσος οἷα ῥόδοισιν ἐτήκετο· μυρομένῳ δὲΠισαίῳ ποταμῷ Σικελὴ προσεμύρετο πηγή.οὐδὲ Δίκην ἔλαθεν πανδερκέα φοίνιος ἀνὴρἙλλάδος ἀμώων ἄγαμον στάχυν, ᾧ ἔπι πολλαὶἡρώων ἄλοχοι, μινυώρια τέκνα τεκοῦσαιμαψιδίως ὠδῖνας ἀνεκλαύσαντο γυναῖκες.χείματος ἠνεμόεντος ἀπʼ αἰθέρος οἰχομένοιο,πορφυρέη μείδησε φερανθέος εἴαρος ὥρη.γαῖα δὲ κυανέη χλοερὴν ἐστέψατο ποίην,καὶ φυτὰ θηλήσαντα νέοις ἐκόμησε πετήλοις.οἱ δʼ ἁπαλὴν πίνοντες ἀεξιφύτου δρόσον Ἠοῦςλειμῶνες γελόωσιν, ἀνοιγομένοιο ῥόδοιο.χαίρει καὶ σύριγγι νομεὺς ἐν ὄρεσσι λιγαίνων,καὶ πολιοῖς ἐρίφοις ἐπιτέρπεται αἰπόλος αἰγῶν.ἤδη δὲ πλώουσιν ἐπʼ εὐρέα κύματα ναῦταιπνοιῇ ἀπημάντῳ Ζεφύρου λίνα κολπώσαντος.ἤδη δʼ εὐάζουσι φερεσταφύλῳ Διονύσῳ,ἄνθεϊ βοτρυόεντος ἐρεψάμενοι τρίχα κισσοῦ,ἔργα δὲ τεχνήεντα βοηγενέεσσι μελίσσαιςκαλὰ μέλει, καὶ σίμβλῳ ἐφήμεναι ἐργάζονταιλευκὰ πολυτρήτοιο νεόρρυτα κάλλεα κηροῦπάντῃ δʼ ὀρνίθων γενεὴ λιγύφωνον ἀείδει,ἀλκυόνες περὶ κῦμα, χελιδόνες ἀμφὶ μέλαθρα,κύκνος ἐπʼ ὄχθαισιν ποταμοῦ, καὶ ὑπʼ ἄλσος ἀηδών.εἰ δὲ φυτῶν χαίρουσι κόμαι, καὶ γαῖα τέθηλεν,συρίζει δὲ νομεὺς, καὶ τέρπεται εὔκομα μῆλα,καὶ ναῦται πλώουσι, Διώνυσος δὲ χορεύει,καὶ μέλπει πετεεινά, καὶ ὠδίνουσι μέλισσαι,πῶς οὐ χ;χρὴ καὶ ἀοιδὸν ἐν εἴαρι καλὸν ἀεῖσαι;Σπείσατέ μοι, Μοῦσαι, λιγυρὴν εὐτερπέα φωνήν,ἡδὺν ἀπὸ στομάτων Ἑλικωνίδος ὄμβρον ἀοιδῆς.ὅσσοι γὰρ προχέουσιν ἀοιδοτόκου πόμα πηγῆς,ὑμετέρων ἐπέων λιγυρῇ τέρπονται ἀοιδῇ.ἀλλοίην ὁρόω δονάκων φύσιν. ἦπου ἀπʼ ἄλλης