νείκεα καὶ χαλεπαὶ πρήξιες· ἐν δὲ δόμοιςφροντίδες· ἐν δʼ ἀγροῖς καμάτων ἅλις· ἐν δὲ θαλάσσῃτάρβος· ἐπὶ ξείνης δʼ, ἢν μὲν ἔχῃς τι, δέος·ἢν δʼ ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνοςἔσσεαι· οὐ γαμέεις; ζῇς ἔτʼ ἐρημότερος·τέκνα πόνοι, πήρωσις ἄπαις βίος· αἱ νεότητεςἄφρονες, αἱ πολιαὶ δʼ ἔμπαλιν ἀδρανέες.ἦν ἄρα τοῖν δισσοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαιμηδέποτʼ, ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.παντοίην βιότοιο τάμοις τρίβον εἰν ἀγορῇ μὲνκύδεα καὶ πινυταὶ πρήξιες· ἐν δὲ δόμοιςἄμπαυμʼ ἐν δʼ ἀγροῖς φύσιος χάρις· ἐν δὲ θαλάσσῃκέρδος. ἐπὶ ξείνης, ἢν μὲν ἔχῃς τι, κλέος·ἢν δʼ ἀπορῇς, μόνος οἶδας. ἔχεις γάμον; οἶκος ἄριστοςἔσσεται· οὐ γαμέεις; ζῇς ἔτʼ ἐλαφρότερος.τέκνα πόθος, ἄφροντις ἄπαις βίος· αἱ νεότητεςῥωμαλέαι, πολιαὶ δʼ ἔμπαλιν εὐσεβέες.οὐκ ἄρα τῶν δισσῶν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαιμηδέποτʼ, ἢ τὸ θανεῖν πάντα γὰρ ἐσθλὰ βίῳ.μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνήρνύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος.πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· αὐτὰρ ἔπειταοὐρόν τε προέηκεν ἀπήμονά τε λιαρόν τε.ἱμερόεις Ἀλφειέ, Διὸς στεφανηφόρον ὕδωρ,ὃς διὰ Πισαίων πεδίων κεκονιμένος ἕρπεις,ἡσύχιος τὸ πρῶτον, ἐπὴν δʼ ἐς πόντον ἵκηαι,ὀξὺς ἀμετρήτοιο πεσὼν ὑπὸ κῦμα θαλάσσης,νυμφίος αὐτοκέλευθος ἑῶν ὀχετηγὸς ἐρώτων,ἐς Σικελὴν Ἀρέθουσαν ἐπείγεαι ὑγρὸς ἀκοίτης,ἡ δέ σε κεκμηῶτα καὶ ἀσθμαίνοντα λαβοῦσα,φῦκος ἀποσμήξασα καὶ ἄνθεα πικρὰ θαλάσσης,χείλεα μὲν στομάτεσσι συνήρμοσεν· οἷα δὲ νύμφηνυμφίον ἀμφιχυθεῖσα περίπλοκον ἡδέι δεσμῷκείμενον ἐν κόλποισιν Ὀλύμπιον εὔνασεν ὕδωρκαὶ φονίᾐ ῥαθάμιγγι λιβὰς κατεκίρνατο πηγή.οὐδὲ Συρακοσίης ἔτι σοι μέλεν ἵμερος εὐνῆς·πορφυρέᾐ δʼ ἀνέκοπτες ὕδωρ πεπιεσμένον αἰδοῖ,φειδόμενος καὶ πόντον ὁμοῦ καὶ λέκτρα μιῆναι.