Καῖσαρ, ἐπιβλύζοι σωρὸν ἀκεσφορίης,ὄφρα σε κόσμος ἅπας πάππον αὐγάζηται,ὡς πατέρα τρισσῆς εἴσιδεν εὐτοκίης.Ἤτριά μοι βύβλων χιονώδεα σὺν καλάμοισινπέμπεις, Νειλορύτου δῶρον ἀπὸ προβολῆς.μουσοπόλῳ δʼ ἀτελῆ, Διονύσιε, μηκέτι πέμπεὄργανα· τίς τούτων χρῆσις ἄτερ μέλανος;Λυσίππης ὁ νεογνὸς ἀπὸ κρημνοῦ πάις ἕρπωνἈστυανακτείης ἤρχετο δυσμορίης·ἡ δὲ μεθωδήγησεν ἀπὸ στέρνων προφέρουσαμαζόν, τὸν λιμοῦ ῥύτορα καὶ θανάτου.Νεῖλος ἑορτάζει παρὰ Θύμβριδος ἱερὸν ὕδωρ,εὐξάμενος θύσειν Καίσαρι σῳζομένῳ·οἱ δʼ ἑκατὸν βουπλῆγες ἑκούσιον αὐχένα ταύρωνᾕμαξαν βωμοῖς Οὐρανίοιο Διός.καὶ λόγον ἱστορίῃ κοσμούμενον ἠκρίβωσαςκαὶ βίον ἐν φιλίῃ, Πάππε, βεβαιότατον.τοῦτο δʼ ἑορτάζοντι γενέθλιον ἠριγένειανδῶρον ὁ Νειλαιεὺς πέμπει ἀοιδοπόλος.ὅν πόλεμος δεδιὼς οὐκ ὤλεσε, νῦν ὑπὸ νούσουθλίβομαι, ἐν δʼ ἰδίῳ τήκομʼ ὅλος πολέμῳ.ἀλλὰ διὰ στέρνων ἴθι φάσγανον ὡς γὰρ ἀριστεὺςθνῄξομʼ ἀπωσάμενος καὶ νόσον ὡς πόλεμον.οὐράνιον μίμημα γενεθλιακαῖσιν ἐν ὥραιςτοῦτʼ ἀπὸ Νειλογενοῦς δέξο Λεωνίδεω,Ποππαία, Διὸς εὖνι, Σεβαστιάς· εὔαδε γάρ σοιδῶρα τὰ καὶ λέκτρων ἄξια καὶ σοφίης.Οἴγνυμεν ἐξ ἑτέρης πόμα πίδακος, ὥστʼ ἀρύσασθαιξεῖνον μουσοπόλου γράμμα Λεωνίδεω·δίστιχα γὰρ ψήφοισιν ἰσάζεται. ἀλλὰ σύ, Μῶμε,ἔξιθι, κεἰς ἑτέρους ὀξὺν ὀδόντα βάλε.τέσσαρὲς εἰσιν ἀγῶνες ἀνʼ Ἑλλάδα, τέσσαρες ἱροί,οἱ δύο μὲν θνητῶν, οἱ δύο δʼ ἀθανάτωνΖηνός, Λητοΐδαο, Παλαίμονος, Ἀρχεμόροιο.ἆθλα δὲ τῶν, κότινος, μῆλα, σέλινα, πίτυς.εἴ με Πλάτων οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες.Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω·ἀλλὰ νόθον μʼ ἐτέλεσσε Παναίτιος. ὃς ῥʼ ἐτέλεσσεκαὶ ψυχὴν θνητήν, κἀμὲ νόθον τελέσει.ποίην τις βιότοιο τάμῃ τρίβον; εἰν ἀγορῇ μὲν