ἱερὰ τἀν Κυβέλοις πρῶτʼ ἀνέδειξε θεῶν,καὶ πρὸς ἐμὸν φώνημα καλὴν ἀνελύσατο χαίτανἔκφρων Ἰδαίης ἀμφίπολος θαλάμης·εἰ δὲ Κελαινίτης ποιμὴν πάρος † ουπερ ἀείσαςἐγνώσθη, Φοίβου κεινὸν ἔδειρεν ˘ ἔρις.νύμφαι, πευθομένῳ φράσατʼ ἀτρεκές, εἰ παροδεύωνΔάφνις τὰς λευκὰς ὧδʼ ἀνέπαυσ’ ἐρίφους.ναὶ ναί, Πὰν συρικτά, καὶ εἰς αἴγειρον ἐκείνανσοί τι κατὰ φλοιοῦ γράμμʼ ἐκόλαψε λέγεινΠάν, Πάν, πρὸς Μαλέαν, πρὸς ὄρος Ψωφίδιον ἔρχευ·ἱξοῦμαι. νύμφαι, χαίρετʼ· ἐγὼ δʼ ὑπάγω.φημὶ πολυστιχίην ἐπιγράμματος οὐ κατὰ Μούσαςεἶναι. μὴ ζητεῖτʼ ἐν σταδίῳ δόλιχον·πόλλʼ ἀνακυκλοῦται δολιχὸς δρόμος· ἐν σταδίῳ δὲὀξὺς ἐλαυνόμενος πνεύματός ἐστι τόνος.αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχθεὶςκόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης.καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε θώμιγξ,τὸν δὲ μόνον πλεκτῶν αὖθι μεθῆκε λίνων.ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος. ἦ ἄρα πολλὴνκαὶ κωφαὶ πτανῶν φροντίδʼ ἔχουσι πάγαι.ἦν ὁπότε γραμμαῖσιν ἐμὴν φρένα μοῦνον ἔτερπον,οὐδʼ ὄναρ εὐγενέταις γνώριμος Ἰταλίδαις·ἀλλὰ τανῦν πάντεσσιν ἐράσμιος· ὀψὲ γὰρ ἔγνωνὁππόσον Οὐρανίην Καλλιόπη προφέρει.οὐδὲ τοσόνδʼ Ἀθάμας ἐπεμήνατο παιδὶ Λεάρχῳ,ὅσσον ὁ Μηδείης θυμὸς ἐτεκνοφόνα,ζῆλος ἐπεὶ μανίης μεῖζον κακὸν εἰ δὲ φονεύῃμήτηρ, ἐν τίνι νῦν πίστις ἔτʼ ἐστὶ τέκνων;αἶαν ὅλην νήσους τε διιπταμένη σὺ χελιδών,Μηδείης γραπτῇ πυκτίδι νοσσοτροφεῖς·ἔλπῃ δʼ ὀρταλίχων πίστιν σέο τήνδε φυλάξεινΚολχίδα, μηδʼ ἰδίων φεισαμένην τεκέων;οὐ μόνον εὐάροτον βόες οἴδαμεν αὔλακα τέμνειν,ἀλλʼ ἴδε κἠκ πόντου νῆας ἐφελκόμεθα·ἔργα γὰρ εἰρεσίης δεδιδάγμεθα· καὶ σύ, θάλασσα,δελφῖνας γαίῃ ζεῦξον ἀροτροφορεῖν.ὁ σταφυλοκλοπίδας Ἑκατώνυμος εἰς Ἀίδαοἔδραμε, μαστιχθεὶς κλήματι φωριδίῳ.ὕδατά σοι Κοτίλεια γενέθλιον ἦμαρ ὁρῶντι,