νίψαν ὑπὲρ τέφρης ἄρτι κυλιόμενον.τοὔνεκα σὺν Νύμφαις Βρόμιος φίλος· ἢν δέ νιν εἴργῃςμίσγεσθαι, δέξῃ πῦρ ἔτι καιόμενον.Ἐλθοῖσαι ποτὶ ναὸν ἰδώμεθα τᾶς Ἀφροδίταςτὸ βρέτας, ὡς χρυσῷ διαδαλόεν τελέθει.εἵσατό μιν Πολυαρχίς, ἐπαυρομένα μάλα πολλὰνκτῆσιν ἀπʼ οἰκείου σώματος ἀγλαΐας.στῶμεν ἁλιρράντοιο παρὰ χθαμαλὰν χθόνα † πόντου,δερκόμενοι τέμενος Κύπριδος Εἰναλίας,κράναν τʼ αἰγείροιο κατάσκιον, ἇς ἄπο νᾶμαξουθαὶ ἀφύσσονται χ;χείλεσιν ἀλκυόνες.κἀμὲ τὸν ἐν σμικροῖς ὀλίγον θεὸν ἢν ἐπιβώσῃςεὐκαίρως, τεύξῃ μὴ μεγάλων δὲ γλίχου.ὡς ὅ τι δημοτέρων δύναται θεὸς ἀνδρὶ πενέστῃδωρεῖσθαι, τούτων κύριός εἰμι ΤύχωνὙλοφόρου τὠγάλμαθʼ, ὁδοιπόρε, Μικκαλίωνος·Ἑρμῆς, ἀλλʼ ἴδε τὸν κρήγυον ὑλοφόρον,ὡς ἐξ οἰζυρῆς ἠπίστατο δωροδοκῆσαιἐργασίης· αἰὲν δʼ ὦ ʼγαθὸς ἐστʼ ἀγαθός.ἥρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεωἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ,λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ † ιπείωιθυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο.Εὐάγρει, λαγόθηρα, καὶ εἰ πετεεινὰ διώκωνἰξευτὴς ἥκεις τοῦθʼ ὑπὸ δισσὸν ὄρος,κἀμὲ τὸν ὑληωρὸν ἀπὸ κρημνοῖο βόασονΠᾶνα· συναγρεύω καὶ κυσὶ καὶ καλάμοις.εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακὸςἀμπαύων στάλικες δʼ ἀρτιπαγεῖς ἀνʼ ὄρη.ἀγρεύει δέ τυ Πάν, καὶ ὁ τὸν κροκόεντα Πρίηποςκισσὸν ἐφʼ ἱμερτῷ κρατὶ καθαπτόμενος,ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,φεῦγε, μεθεὶς ὕπνου κῶμα καταρχόμενον.ἔν ποτε παμφαίνοντι μέλαν πτερὸν αἰθέρι νωμῶνσκορπίον ἐκ γαίης εἶδε θορόντα κόραξ,ὃν μάρψων ὤρουσεν ὁ δʼ ἀίξαντος ἐπʼ οὖδαςοὐ βραδὺς εὐκέντρῳ πέζαν ἔτυψε βέλει,καὶ ζωῆς μιν ἄμερσεν. ἴδʼ ὡς ὃν ἔτευχεν ἐπʼ ἄλλῳ,ἐκ κείνου τλήμων αὐτὸς ἔδεκτο μόρον.αὐλοὶ τοῦ Φρυγὸς ἔργον Ὑάγνιδος, ἡνίκα Μήτηρ