πλάθειν, οὐ θριγκῶν ἐντὸς Ἐνυαλίου.σκῦλά μοι ἀμφίδρυπτα, καὶ ὀλλυμένων ἅδε λύθροςἀνδρῶν, εἴπερ ἔφυν ὁ βροτολοιγὸς Ἄρης.ἁ σῦριγξ, τί μοι ὧδε παρʼ Ἀφρογένειαν ὄρουσας;τίπτʼ ἀπὸ ποιμενίου χείλεος ὧδε πάρει;οὔ τοι πρῶνες ἔθʼ ὧδʼ οὔτʼ ἄγκεα, πάντα δʼ ἔρωτεςκαὶ Πόθος· ἁ δʼ ἀγρία Μοῦσ’ ἐν ὄρει νέμεται.πρὶν μὲν ἁλικλύστου πέτρας ἐνὶ βένθεσιν ἥμανεὐαλδὲς πόντου φῦκος ἐπεννυμένα·νῦν δέ μοι ἱμερόεις κόλπων ἔντοσθεν ἰαύειλάτρις ἐϋστεφάνου Κύπριδος ἁβρὸς Ἔρως.πέτρης ἐκ δισσῆς ψυχρὸν κατεπάλμενον ὕδωρ,χαίροις, καὶ Νυμφέων ποιμενικὰ ξόανα,πίστραι ˘ τε κρηνέων, καὶ ἐν ὕδασι κόσμια ταῦταὑμέων, ὦ κοῦραι, μυρία τεγγόμενα,χαίρετʼ· Ἀριστοκλεης δʼ ὅδʼ ὁδοιπόρος, ᾧπερ ἀπῶσαδίψαν βαψάμενος τοῦτο δίδωμι γέρας.νύμφαι ἐφυδριάδες, ταῖς Ἑρμοκρέων τάδε δῶραεἵσατο, καλλινάου πίδακος ἀντιτυχών,χαίρετε, καὶ στείβοιτʼ ἐρατοῖς ποσὶν ὑδατόεντατόνδε δόμον, καθαροῦ πιμπλάμεναι πόματος.νύμφαι Νηιάδες, καλλίρροον αἳ τόδε νᾶμαχεῖτε κατʼ οὐρείου πρωνὸς ἀπειρέσιον,ὔμμιν ταῦτα πόρεν Δαμόστρατος Ἀντίλα υἱὸςξέσματα, καὶ δοιῶν ῥινὰ κάπρων λάσια.νύμφαι ἐφυδριάδες, Δώρου γένος, ἀρδεύοιτετοῦτον Τιμοκλέους κᾶπον ἐπεσσύμεναι·καὶ γὰρ Τιμοκλέης ὔμμιν, κόραι, αἰὲν ὁ καπεὺςκάπων ἐκ τούτων ὥρια δωροφορεῖ.κράνας εὐύδρου παρὰ νάμασι καὶ παρὰ Νύμφαις,ἔστασέν με Σίμων, Πᾶνα τὸν αἰγιπόδην.τεῦ δὲ χάριν; λέξω τοι· ὅσον ποθέεις ἀπὸ κράναςκαὶ πίε, καὶ κοίλαν κάλπιν ἑλὼν ἄρυσαι·ποσσὶ δὲ μὴ ποτὶ νίπτρα φέρειν κρυστάλλινα Νυμφᾶνδῶρα, τὸν ὑβριστὰν εἰς ἐμὲ δερκόμενος.ὦ σέμνʼ — - οὐ λέξεις ἕτερον λόγον, ἀλλὰ παρέξειςπυγίξαι· τούτοις χρῶμαι ὁ Πὰν νομίμοις.ἢν δὲ ποιῇς ἐπίτηδες, ἔχων πάθος, ἔστι καὶ ἄλλατέχνα· τῷ ῥοπάλῳ τὰν κεφαλὰν λέπομες.αἱ Νύμφαι τὸν Βάκχον, ὅτʼ ἐκ πυρὸς ἥλαθʼ ὁ κοῦρος,