βρέγμʼ ὑπὸ τᾶν ὀχνᾶν, αἰπόλε, τυπτόμενον.αἰπόλε, τοῦτον ἐγὼ τρὶς ἐπύγισα· τοὶ δὲ τραγίσκοιεἰς ἐμὲ δερκόμενοι τὰς χιμάρας ἐβάτευν.ὄντως σ’, Ἑρμαφρόδιτε, πεπύγικεν; οὐ μὰ τὸν Ἑρμᾶν,αἰπόλε. ναὶ τὸν Πᾶνʼ, αἰπόλε, κἀπιγελῶν.Εὐμάραθον πρηῶνα καὶ εὐσκάνδικα λελογχώς,Ἑρμῆ, καὶ ταύταν, ἆ φίλος, αἰγίβοσιν,καὶ λαχανηλόγῳ ἔσσο καὶ αἰγινομῆι προσηνής·ἕξεις καὶ λαχάνων καὶ γλάγεος μερίδα.Τληπόλεμός ὁ Μυρεὺς Ἑρμᾶν ἀφετήριον ἕρμα[ἱροδρόμοις θῆκεν παῖς ὁ Πολυκρίτεω,δὶς δέκʼ ἀπὸ σταδίων ἐναγώνιον ἀλλὰ πονεῖτε,μαλθακὸν ἐκ γονάτων ὄκνον ἀπωσάμενοι.εἶπέ ποκʼ Εὐρώτας ποτὶ τὰν Κύπριν “ἢ λάβε τεύχη,ἢ ʼξιθι τᾶς Σπάρτας· ἁ πόλις ὁπλομανεῖ.”ἁ δʼ ἁπαλὸν γελάσασα, καὶ ἔσσομαι αἰὲν ἀτευχής,εἶπε, καὶ οἰκήσω τὰν Λακεδαιμονίαν.χἀμῖν Κύπρις ἄνοπλος· ἀναιδέες οἵδε λέγουσινἵστορες, ὡς ἁμῖν χἀ θεὸς ὁπλοφορεῖ.τίπτε, μόθων ἄτλητος, Ἐνυαλίοιο λέλογχας,Κύπρι; τίς ὁ ψεύστας στυγνὰ καθᾶψε μάτηνἔντεα; σοὶ γὰρ Ἔρωτες ἐφίμεροι, ἅ τε κατʼ εὐνὰντέρψις, καὶ κροτάλων θηλυμανεῖς ὄτοβοι.δούρατα δʼ αἱματόεντα κάθες· Τριτωνίδι δίᾳταῦτα· σὺ δʼ εὐχαίταν εἰς Ὑμέναιον ἴθι.οὐκ ἐμὰ ταῦτα λάφυρα τίς ὁ θριγκοῖσιν ἀνάψαςἌρηος ταύταν τὰν ἄχαριν χάριτα;ἄθλαστοι μὲν κῶνοι, ἀναίμακτοι δὲ γανῶσαιἀσπίδες, ἄκλαστοι δʼ αἱ κλαδαραὶ κάμακες.αἰδοῖ πάντα πρόσωπʼ ἐρυθαίνομαι, ἐκ δὲ μετώπουἱδρὼς πιδύων στῆθος ἐπισταλάει.παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰνκοσμείτω καὶ τὸν νυμφίδιον θάλαμονἌρευς δʼ αἱματόεντα διωξίπποιο λάφυρανηὸν κοσμοίη τοῖς γὰρ ἀρεσκόμεθα,.τίς θέτο μαρμαίροντα βοάγρια; τίς δʼ ἀφόρυκταδούρατα, καὶ ταύτας ἀρραγέας κόρυθας,ἀγκρεμάσας Ἄρηι μιάστορι κόσμον ἄκοσμον;οὐκ ἀπʼ ἐμῶν ῥίψει ταῦτά τις ὅπλα δόμων;ἀπτολέμων τάδʼ ἔοικεν ἐν οἰνοπλῆξι τεράμνοις