ἦς ἄρα κἠν ἀλόγοις, χρυσέ, κακοῦ πρόφασις,ὠκείαις ἐλάφοισι κύων ἰσάμιλλα δραμοῦσαἔγκυος ἡλκώθη παιδοπόρον γένεσινπᾶσα δὲ συγκατέμυσε κατουλωθεῖσα χρόνοισιν,ἤδη δʼ ἡ τοκετῶν ὥριος ἦν βάσανος·πολλὰ δʼ ἐπωρύουσαν ἀνὴρ ἐσιδηροτόμησεν,καὶ σκύλακες φίλιοι νηδύος ἐξέθορον.Ἀρτέμιδος λέλυται λοχίων χάρις· ἔμπαλι δʼ Ἄρηςἦρκται μαιοῦσθαι γαστέρα θηλυτέραις,ὦνερ, τᾶν βαλάνων τὰν ματέρα φείδεο κόπτειν,φείδεο· γηραλέαν δʼ ἐκκεράϊζε πίτυν,ἢ πεύκαν, ἢ τάνδε πολυστέλεχον παλίουρον,ἢ πρῖνον, ἢ τὰν αὐαλέαν κόμαροντηλόθι δʼ ἴσχε δρυὸς πέλεκυν κοκύαι γάρ ἔλεξανἁμῖν ὡς πρότεραι ματέρες ἐντὶ δρύες.ἵζευ ἅπας ὑπὸ καλὰ δάφνας εὐθαλέα φύλλα,ὡραίου τʼ ἄρυσαι νάματος ἁδὺ πόμα,ὄφρα τοι ἀσθμαίνοντα πόνοις θέρεος φίλα γυῖαἀμπαύσῃς, πνοιῇ τυπτόμενα Ζεφύρου.Ἑρμᾶς τᾷδʼ ἔστακα παρʼ ὄρχατον ἠνεμόενταἐν τριόδοις, πολιᾶς ἐγγύθεν ἀιόνος,ἀνδράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο·ψυχρὸν δʼ ἀχραὲς κράνα † ὑποϊάχει.ἵζευ ὑπʼ αἰγείροισιν, ἐπεὶ κάμες, ἐνθάδʼ, ὁδῖτα,καὶ πῖθʼ ἆσσον ἰὼν πίδακος ἁμετέρας·μνᾶσαι δὲ κράναν καὶ ἀπόπροθι, ᾇ ˘ ἔπι ΓίλλῳΣῖμος ἀποφθιμένῳ παιδὶ παριδρύεται.ὦ τάνδε στείχοντες ἀταρπιτόν, αἴτε ποτʼ ἀγροὺςδαμόθεν, αἴτʼ ἀπʼ ἀγρῶν νεῖσθε ποτʼ ἀκρόπολιν,ἄμμες ὅρων φύλακες, δισσοὶ θεοί, ὧν ὁ μέν, Ἑρμᾶς,οἷον ὁρῇς μʼ, οὗτος δʼ ἅτερος, Ἡρακλέης·ἄμφω μὲν θνατοῖς εὐάκοοι, ἀλλὰ ποθʼ αὑτούς —αἰ ξύνᾷ παραθῇς ἀχράδας, ἐγκέκαφενναὶ μὰν ὡσαύτως τοὺς βότρυας, αἴτε πέλονταιὥριμοι, αἴτε χύδαν ὄμφακες, εὐτρέπικεν.μισέω τὰν μετοχάν, οὐδʼ ἥδομαι· ἀλλʼ ὁ φέρων τι,ἀμφίς, μὴ κοινᾷ, τοῖς δυσὶ παρτιθέτω,καὶ λεγέτω· τὶν τοῦθʼ, Ἡράκλεες· ἄλλοτε, “ τοῦτοἙρμᾷ·” καὶ λύοι τὰν ἔριν ἀμφοτέρων.χαίρω τὸν λακόρυζον ὁρῶν θεὸν εἰς τὸ φάλανθον