συνθήρους σῴζειν Ἄρτεμις οἶδε κύνας.τὸν γαίης καὶ πόντου ἀμειφθείσαισι κελεύθοιςναύτην ἠπείρου, πεζοπόρον πελάγους,ἐν τρισσαῖς δοράτων ἑκατοντάσιν ἔστεγεν ἄρηςΣπάρτης. αἰσχύνεσθʼ, οὔρεα καὶ πελάγη.ὕδατος ἀκρήτου κεκορημένῳ ἄγχι παραστὰςχθιζὸν ἐμοὶ λεχέων Βάκχος ἔλεξε τάδε·“ εὕδεις ἄξιον ὕπνον ἀπεχθομένων Ἀφροδίτῃ·εἰπέ μοι, ὦ νήφων, πεύθεαι Ἱππολύτου;τάρβει, μή τι πάθῃς ἐναλίγκιον.” ὣς ὁ μὲν εἰπὼνᾤχετʼ ἐμοὶ δʼ ἀπὸ τῆς οὐκέτι τερπνὸν ὕδωρ.ὑλοτόμοι παύσασθε, νεῶν χάριν. οὐκέτι πεύκηκύματος, ἀλλʼ ἤδη ῥινὸς ἐπιτροχάει·γόμφος δʼ οὐδʼ ἔτι χαλκὸς ἐν ὁλκάσιν, οὐδὲ σίδηρος,ἀλλὰ λίνῳ τοίχων ἁρμονίη δέδεται.τὰς δʼ αὐτὰς ποτὲ πόντος ἔχει νέας, ἄλλοτε γαῖαπτυκτὸν ἀμαξίτην φόρτον ἀειρομένας.Ἀργὼ μὲν προτέροισιν ἀοίδιμος· ἀλλὰ Σαβίνῳκαινοτέρην πῆξαι Παλλὰς ἔνευσε τρόπιν.Φοῖβον ἀνηναμένη Δάφνη ποτέ, νῦν ἀνέτειλενΚαίσαρος ἐκ βωμοῦ κλῶνα μελαμπέταλονἐκ δὲ θεοῦ θεὸν εὗρεν ἀμείνονα· Λητοΐδην γὰρἐχθήρασα, θέλει Ζῆνα τὸν Αἰνεάδην.ῥίζαν δʼ οὐκ ἀπὸ γῆς μητρὸς βάλεν, ἀλλʼ ἀπὸ πέτρης.Καίσαρι μὴ τίκτειν οὐδὲ λίθος δύναται.φῶρες ὅτʼ εἰνάλιοι Τυρσηνίδος ἀγχόθι δίνηςφορμικτὰν ἀκάτου θῆκαν ὕπερ βύθιον,αὐτίκα μιν κιθάρῃ λιγυαχέι δέξατο δελφὶνσύνθροον, ἐκ δὲ βυθοῦ νήχετʼ ἐρυσσάμενος,˘μέχρις ἐπʼ ἰσθμὸν ἔκελσε Κορίνθιον. ἆρα θάλασσαἰχθῦς ἀνθρώπων εἶχε δικαιοτέρους;χειμέριον καίουσαν ἐφʼ ἑστίῃ ἄνθρακα Γοργὼτὴν γρηῢν βροντῆς ἐξεπάταξε φόβος·πνεύμονα δὲ ψυχθεῖσα κατήμυσεν. ἦν ἄρα μέσσῃγήρως καὶ θανάτου λειπομένη πρόφασις.Ψῆγμʼ ἄπυρον χρυσοῖο σιδηρείων ὑπʼ ὀδόντωνῥινηθέν, Λιβυκῆς κουφότερον ψαμάθου,μῦς ὀλίγος βαρὺ δεῖπνον ἐδαίσατο· πᾶσα δὲ νηδὺςσυρομένη βραδύπουν θῆκε τὸν ὠκύτατον.ληφθεὶς δʼ ἐκ μεσάτης ἀνετέμνετο κλέμματα γαστρός·